previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν τις, ὡς ἔοικεν, χρόνος παρ᾽ ὑμῖν, ἄνδρες Ἀθηναῖοι, ὅτ᾽ ἐπηνάγκαζεν δῆμος, ὃν ἄνθρωπον ἴδοι σώφρονα καὶ χρηστόν, πράττειν τὰ κοινὰ καὶ ἄρχειν, οὐ σπάνει τῶν τοῦτο βουλομένων ποιεῖνπάντα γὰρ τἄλλ᾽ εὐτυχῆ τὴν πόλιν κρίνων, ἓν οὐδέποτ᾽ εὐτυχῆσαι τοῦτο νομίζω, ἐπιλείπειν αὐτὴν τοὺς τὰ κοινὰ καρποῦσθαι βουλομένους), ἀλλ᾽ ὅραμα τοῦτ᾽ ἐποιεῖθ᾽ δῆμος αὑτοῦ καλόν, ἄνδρες Ἀθηναῖοι, καὶ λυσιτελὲς τῇ πόλει. [2] οἵ τε γὰρ συνεχεῖς οἵδε παραζευγνυμένων σφίσιν ἐξ ἰδιωτῶν σπουδαίων καὶ δικαίων ἀνδρῶν, εὐλαβεστέρους αὑτοὺς παρεῖχον, οἵ τε χρηστοὶ μὲν ὑμῶν καὶ δικαίως <ἂν> ἄρχοντες, μὴ πάνυ δ᾽ οἷοί τ᾽ ἐνοχλεῖν καὶ παραγγέλλειν, οὐκ ἀπηλαύνοντο τῶν τιμῶν. νῦν δὲ παντάπασι τὸν αὐτὸν τρόπον, ἄνδρες Ἀθηναῖοι, ὅνπερ τοὺς ἱερεῖς, οὕτως καθίστατε καὶ τοὺς ἄρχοντας. εἶτα θαυμάζετε, ἐπειδὰν δεῖν᾽ εὐδαίμων καὶ δεῖν᾽ ὑμῖν συνεχῶς πολλὰ λαμβάνων, οἱ δ᾽ ἄλλοι περιίητε τὰ τούτων ἀγαθὰ ζηλοῦντες. [3] δεινότατοι γάρ ἐστ᾽ ἀφελέσθαι μὲν ὅσ᾽ ὑμῖν ὑπάρχει, καὶ νόμους περὶ τούτων θεῖναι, ἄν τις ἀστυνομήσῃ δὶς τὰ τοιαῦτα, στρατηγεῖν δ᾽ ἀεὶ τοὺς αὐτοὺς ἐᾶν. καὶ τὸ μὲν τοὺς ἐπὶ τῶν πράξεων ὄντας ἴσως ἔχει πρόφασιν: τὸ δὲ τοὺς ἄλλους, οἳ ποιοῦσι μὲν οὐδέν, χώραν δ᾽ ἀτέλεστον ἔχουσιν αὐτοὶ τετελεσμένοι, μωρία. ἀλλὰ καὶ ὑμῶν αὐτῶνεἰσὶ δ᾽ οὐκ ὀλίγοιπροσάγειν χρή. ἂν γὰρ ὡσπερεὶ ζυγῷ ἱστῆτε, πρόεισιν ὃς ἂν ἄξιος του μετὰ ταῦτ᾽ αὐτός.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: