previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλεισθένης

φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου:
575ὅτι μὲν φίλος εἴμ᾽ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις:
γυναικομανῶ γὰρ προξενῶ θ᾽ ὑμῶν ἀεί.
καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
ὀλίγῳ τι πρότερον κατ᾽ ἀγορὰν λαλούμενον,
ἥκω φράσων τοῦτ᾽ ἀγγελῶν θ᾽ ὑμῖν, ἵνα
580σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.

Χορός

τί δ᾽ ἔστιν παῖ; παῖδα γάρ σ᾽ εἰκὸς καλεῖν,
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.

Κλεισθένης

Εὐριπίδην φάσ᾽ ἄνδρα κηδεστήν τινα
585αὑτοῦ γέροντα δεῦρ᾽ ἀναπέμψαι τήμερον.

Χορός

πρὸς ποῖον ἔργον τίνος γνώμης χάριν;

Κλεισθένης

ἵν᾽ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.

Χορός

καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;

Κλεισθένης

590ἀφηῦσεν αὐτὸν κἀπέτιλ᾽ Εὐριπίδης
καὶ τἄλλ᾽ ἅπανθ᾽ ὥσπερ γυναῖκ᾽ ἐσκεύασεν.

Μνησίλοχος

πείθεσθε τούτῳ ταῦτα; τίς δ᾽ οὕτως ἀνὴρ
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
οὐκ οἴομαι 'γωγ᾽ πολυτιμήτω θεώ.

Κλεισθένης

595ληρεῖς: ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
εἰ μὴ 'πεπύσμην ταῦτα τῶν σάφ᾽ εἰδότων.

Χορός

τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
ἀλλ᾽ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
600λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
καὶ σὺ ξυνέξευρ᾽ αὐτόν, ὡς ἂν τὴν χάριν
ταύτην τε κἀκείνην ἔχῃς πρόξενε.

Κλεισθένης

φέρ᾽ ἴδω: τίς πρώτη σύ;

Μνησίλοχος
ποῖ τις τρέψεται;

Κλεισθένης

ζητητέαι γάρ ἐστε.

Μνησίλοχος
κακοδαίμων ἐγώ.

Γυνὴ Α

605ἔμ᾽ ἥτις εἴμ᾽ ἤρου; Κλεωνύμου γυνή.

Κλεισθένης

γιγνώσκεθ᾽ ὑμεῖς ἥτις ἔσθ᾽ ἥδ᾽ γυνή;

Χορός

γιγνώσκομεν δῆτ᾽. ἀλλὰ τὰς ἄλλας ἄθρει.

Κλεισθένης

ἡδὶ δὲ δὴ τίς ἐστιν τὸ παιδίον
ἔχουσα;

Γυνὴ Α
τίτθη νὴ Δί᾽ ἐμή.

Μνησίλοχος
διοίχομαι.

Κλεισθένης

610αὕτη σὺ ποῖ στρέφει; μέν᾽ αὐτοῦ. τί τὸ κακόν;

Μνησίλοχος

ἔασον οὐρῆσαί μ᾽.

Κλεισθένης
ἀναίσχυντός τις εἶ.
σὺ δ᾽ οὖν ποίει τοῦτ᾽. ἀναμενῶ γὰρ ἐνθάδε.

Χορός

ἀνάμενε δῆτα καὶ σκόπει γ᾽ αὐτὴν σφόδρα:
μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.

Κλεισθένης

615πολύν γε χρόνον οὐρεῖς σύ.

Μνησίλοχος
νὴ Δί᾽ μέλε:
στραγγουριῶ γάρ: ἐχθὲς ἔφαγον κάρδαμα.

Κλεισθένης

τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρ᾽ ὡς ἐμέ;

Μνησίλοχος

τί δῆτά μ᾽ ἕλκεις ἀσθενοῦσαν;

Κλεισθένης
εἰπέ μοι,
τίς ἔστ᾽ ἀνήρ σοι;

Μνησίλοχος
τὸν ἐμὸν ἄνδρα πυνθάνει;
620τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;

Κλεισθένης

τὸν δεῖνα; ποῖον;

Μνησίλοχος
ἔσθ᾽ δεῖν᾽, ὃς καί ποτε
τὸν δεῖνα τὸν τοῦ δεῖνα

Κλεισθένης
ληρεῖν μοι δοκεῖς.
ἀνῆλθες ἤδη δεῦρο πρότερον;

Μνησίλοχος
νὴ Δία
ὁσέτη γε.

Κλεισθένης
καὶ τίς σοὐστὶ συσκηνήτρια;

Μνησίλοχος

625 δεῖν᾽ ἔμοιγ᾽.

Κλεισθένης
οἴμοι τάλας, οὐδὲν λέγεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: