[191ε]
μάχεσθαι, καὶ μένοντες καὶ ἀναστρέφοντες—εἰσὶ γάρ πού τινες, ὦ Λάχης, καὶ ἐν τοῖς τοιούτοις ἀνδρεῖοι—Λάχης
καὶ σφόδρα, ὦ Σώκρατες.Σωκράτης
οὐκοῦν ἀνδρεῖοι μὲν πάντες οὗτοί εἰσιν, ἀλλ᾽ οἱ μὲν ἐν ἡδοναῖς, οἱ δ᾽ ἐν λύπαις, οἱ δ᾽ ἐν ἐπιθυμίαις, οἱ δ᾽ ἐν φόβοις τὴν ἀνδρείαν κέκτηνται: οἱ δέ γ᾽ οἶμαι δειλίαν ἐν τοῖς αὐτοῖς τούτοις.Λάχης
πάνυ γε.Σωκράτης
τί ποτε ὂν ἑκάτερον τούτων; τοῦτο ἐπυνθανόμην. πάλιν οὖν πειρῶ εἰπεῖν ἀνδρείαν πρῶτον τί ὂν ἐν πᾶσι τούτοις ταὐτόν ἐστιν: ἢ οὔπω καταμανθάνεις ὃ λέγω;Λάχης
οὐ πάνυ τι.