This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἃ δὲ ἔναγχος ἰδὼν αὐτοῦ τῶν ἔργων κατεπλάγην, οὐκ ὀκνήσω εἰπεῖν: κοινὴ μὲν γὰρ ἡ ὑπόθεσις κἀν τῷ καθ᾽ ἡμᾶς βίῳ πάνυ πολλή, βαλανείου κατασκευή: ἡ ^ περίνοια δὲ καὶ ἐν τῷ κοινῷ τούτῳ σύνεσις θαυμαστή. τόπος μὲν ἦν οὐκ; ἐπίπεδος, ἀλλὰ πάνυ προσάντης καὶ ὄρθιος, ὃν παραλαβὼν κατὰ θάτερα εἰς ὑπερβολὴν ταπεινόν, ἰσόπεδον θάτερον θατέρῳ ἀπέφηνεν, κρηπῖδα μὲν βεβαιοτάτην ἅπαντι τῷ
ἔργῳ βαλόμενος καὶ θεμελίων θέσει τὴν τῶν
ἐπιτιθεμένων ἀσφάλειαν ἐμπεδωσάμενος, ὕψεσι δὲ πάνυ ἀποτόμοις καὶ πρὸς ἀσφάλειαν συνεχομένοις
τὸ ὅλον κρατυνάμενος: τὰ δὲ ἐποικοδομηθέντα
τῷ τε τοῦ τόπου μεγέθει σύμμετρα καὶ τῷ εὐλόγῳ τῆς κατασκευῆς ἁρμοδιώτατα καὶ τὸν τῶν φώτων λόγον φυλάττοντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.