This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
γίγνονται δὲ καὶ μέγισταί τινες μυῖαι, ἃς
στρατιώτιδας οἱ πολλοὶ καλοῦσιν, οἱ δὲ κύνας,
τραχύταται τὸν βόμβον καὶ τὴν πτῆσιν ὠκύταται,
αἵ γε καὶ μακροβιώταταὶ εἰσιν καὶ τοῦ χειμῶνος ὅλου ἄσιτοι διακαρτεροῦσιν ὑπεπτηχυῖαι τοῖς ὀρόφοις μάλιστα, ἐφ᾽ ὧν κἀκεῖνο θαυμάζειν ἄξιον, ὅτι ἀμφότερα, καὶ τὰ θηλειῶν καὶ τὰ ἀρρένων,
[p. 94] δρῶσιν καὶ βαινόμεναι καὶ ^ βαίνοντες ἐν τῷ μέρει κατὰ τὸν Ἑρμοῦ καὶ Ἀφροδίτης παῖδα τὸν μικτὸν τὴν φύσιν καὶ διττὸν τὸ κάλλος. πολλὰ δ᾽ ἔτι ἔχων εἰπεῖν καταπαύσω τὸν λόγον, μὴ καὶ δόξω
κατὰ τὴν παροιμίαν ἐλέφαντα ἐκ μυίας ποιεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.