This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λουκιανὸς Νιγρίνῳ εὗ πράττειν.
ἡ μὲν
παροιμία φησίν, Γλαῦκα εἰς Ἀθήνας, ὡς
γελοῖον ὂν εἴ τις ἐκεῖ κομίζοι γλαῦκας, ὅτι πολλαὶ παρ᾽ αὐτοῖς εἰσιν. ἐγὼ δ᾽ εἰ μὲν δύναμιν λόγων ἐπιδείξασθαι βουλόμενος ἔπειτα Νιγρίνῳ γράψας βιβλίον ἔπεμπον, εἰχόμην ἂν τῷ γελοίῳ γλαῦκας
ὡς ἀληθῶς ἐμπορευόμενος: ἐπεὶ δὲ μόνην σοι δηλῶσαι τὴν ἐμὴν γνώμην ἐθέλω, ὅπως τε νῦν ἔχω καὶ ὅτι μὴ παρέργως εἴλημμαι: πρὸς τῶν σῶν λόγων, ἀποφεύγοιμ᾽ ἂν εἰκότως καὶ τὸ τοῦ Θουκυδίδου λέγοντος, ὅτι ἡ ἀμαθία μὲν θράσος,
ὀκνηροὺς δὲ τὸ λελογισμένον ἀπεργάζεται: δῆλον γὰρ ὡς οὐχ ἡ ἀμαθία μοι μόνη τῆς τοιαύτης τόλμης, ἀλλὰ καὶ ὁ πρὸς τοὺς λόγους ἔρως αἴτιος. ἔρρωσο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.