This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὤφθη δ᾽ οὐδεὶς οὕτως ἀμνήμων τῆς πατρίδος,
ὡς ἐν ἄλλῃ πόλει γενόμενος ἀμελεῖν, ἀλλ᾽ οἳ
τε κακοπραγοῦντες ἐν ταῖς ἀποδημίαις συνεχῶς ἀνακαλοῦσιν ὡς μέγιστον τῶν ἀγαθῶν ἡ πατρίς,
οἵ τε εὐδαιμονοῦντες, ἂν καὶ τὰ ἄλλα εὖ πράττωσιν, τοῦτο γοῦν αὐτοῖς μέγιστον ἐνδεῖν νομίζουσιν
τὸ μὴ τὴν πατρίδα οἰκεῖν, ἀλλὰ ξενιτεύειν ὄνειδος γὰρ τὸ τῆς ξενιτείας. καὶ τοὺς κατὰ τὸν τῆς ἀποδημίας χρόνον λαμπροὺς γενομένους ἢ διὰ χρημάτων κτῆσιν ἢ διὰ τιμῆς δόξαν ἢ διὰ
[p. 216]
παιδείας μαρτυρίαν ἢ δι᾽ ἀνδρείας ἔπαινον ἔστιν ἰδεῖν εἰς τὴν πατρίδα πάντας ἐπειγομένους, ὡς οὐκ ἂν
ἐν ἄλλοις βελτίοσιν ἐπιδειξαμένους τὰ αὑτῶν καλά: καὶ τοσούτῳ γε μᾶλλον ἕκαστος σπεύδει λαβέσθαι τῆς πατρίδος, ὅσῳπερ ἂν φαίνηται μειζόνων παρ᾽ ἄλλοις ἠξιωμένος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.