Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
Κῦρος δὲ ὁ Περσῶν, βασιλεὺς ὁ παλαιός, ὡς δηλοῦσιν οἱ Περσῶν καὶ Ἀσσυρίων ὧροι, οἷς καὶ Ὀνησίκριτος ὁ
τὰ περὶ Ἀλέξανδρον συγγράψας συμφωνεῖν δοκεῖ, ἑκατοντούτης γενόμενος ἐζήτει μὲν ἕνα ἕκαστον τῶν φίλων, μαθὼν δὲ τοὺς πλείστους διεφθαρμένους ὑπὸ Καμβύσου τοῦ υἱέος, καὶ φάσκοντος Καμβύσου κατὰ πρόσταγμα τὸ ἐκείνου ταῦτα πεποιηκέναι, τὸ μέν τι πρὸς τὴν ὠμότητα τοῦ υἱοῦ
διαβληθείς, τό τι ὡς παρανοοῦντα αὑτὸν αἰτιασάμενος ἀθυμήσας ἐτελεύτα τὸν βίον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.