This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀλλὰ καὶ τὰ λοιπὰ γράμματα τῆς πείρας ἔχειν τινὰ
φυλακὴν εἰ γὰρ ἐξέσται τοῖς βουλομένοις ἀπὸ τῆς καθ᾽ αὑτὰ τάξεως ἐς ἀλλοτρίαν βιάζεσθαι καὶ τοῦτο ἐπιτρέψετε ὑμεῖς, ὧν χωρὶς οὐδὲν καθόλου
τι γράφεται, οὐχ ὁρῶ τίνα τρόπον αἱ συντάξεις
τὰ νόμιμα, ἐφ᾽ οἷς ἐτάχθη τὰ κατ᾽ ἀρχάς, ἕξουσιν. ἀλλ᾽ οὔτε ὑμᾶς οἶμαί ποτε ἐς τοσοῦτον ἀμελείας
τε καὶ παροράσεως ἥξειν, ὥστε ἐπιτρέψαι τινὰ
μὴ δίκαια, οὔτε, εἰ καθυφήσετε τὸν ἀγῶνα ὑμεῖς, ἐμοὶ παραλειπτέον ἐστὶν ἀδικουμένῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.