This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τὸ δέ γε Ταῦ τοῦτο, οὐ γὰρ ἔχω χείρονι αὐτὸ ὀνομάσαι ῥήματι ἢ ᾧ καλεῖται, ὃ μὰ τοὺς θεούς,
εἰ μὴ ἐξ ὑμῶν δύο συνῆλθον ἀγαθοὶ καὶ
καθήκοντες ὁραθῆναι, τό τε Ἄλφα καὶ τὸ Ὗ, οὐκ ἂν ἠκούσθη μόνον, τοῦτο τοίνυν ἐτόλμησεν ἀδικεῖν
με πλείω τῶν πώποτε βιασαμένων, ὀνομάτων μὲν καὶ ῥημάτων ἀπελάσαν πατρῴων,
ἐκδιῶξαν δὲ ὁμοῦ συνδέσμων ἅμα καὶ προθέσεων,
ὡς μηκέτι φέρειν τὴν ἔκτοπον πλεονεξίαν. ὅθεν
δὲ καὶ ἀπὸ τίνων ἀρξάμενον, ὥρα λέγειν,
[p. 402]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.