previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] φασὶ μὲν καὶ ταῦτα, Μίκυλλε, τὸ δὲ ἐμὸν ἑτεροῖόν τι ἐγένετο, καὶ πάνυ ἔναγχος εἰς ἀλεκτρυόνα σοι μεταβέβηκα.

Μίκυλλος
πῶς; ἐθέλω γὰρ τοῦτο μάλιστα εἰδέναι:

Ἀλεκτρυών
ἀκούεις τινὰ Πυθαγόραν Μνησαρχίδην Σάμιον;^

Μίκυλλος
τὸν σοφιστὴν λέγεις, τὸν ἀλαζόνα, ὃς ἐνομοθέτει μήτε κρεῶν γεύεσθαι μήτε κυάμους ἐσθίειν, ἥδιστον ἐμοὶ γοῦν ὄψον ἐκτράπεζον ἀποφαίνων, ἔτι δὲ πείθων τοὺς ἀνθρώπους ὡς πρὸ τοῦ [p. 180] Πυθαγόρου Εὔφορβος γένοιτο; ^ γόητά φασι καὶ τερατουργὸν ἄνθρωπον, ἀλεκτρυών.

Ἀλεκτρυών
ἐκεῖνος αὐτὸς ἐγὼ σοί εἰμι Πυθαγόρας. ὥστε παῦ᾽ , ὦγαθέ, λοιδορούμενός μοι, καὶ ταῦτα οὐκ εἰδὼς οἷός τις ἦν τὸν τρόπον.

Μίκυλλος
τοῦτ᾽ αὖ μακρῷ ἐκείνου τερατωδέστερον, ἀλεκτρυὼν φιλόσοφος. εἰπὲ δὲ ὅμως, Μνησάρχου παῖ, ὅπως ἡμῖν ἀντὶ μὲν ἀνθρώπου ὄρνις, ἀντὶ δὲ Σαμίου Ταναγραῖος ἀναπέφηνας: οὐ πιθανὰ γὰρ ταῦτα οὐδὲ πάνυ πιστεῦσαι ῥᾴδια, ἐπεὶ καὶ δύ᾽ ἤδη μοι τετηρηκέναι δοκῶ πάνυ ἀλλότρια ἐν σοὶ τοῦ Πυθαγόρου.

Ἀλεκτρυών
τὰ ποῖα;

Μίκυλλος
ἓν μὲν ὅτι λάλος εἶ καὶ κρακτικός, δὲ σιωπᾶν ἐς πέντε ὅλα ἔτη, οἶμαι, παρῄνει, ἕτερον δὲ καὶ παντελῶς παράνομον οὐ γὰρ ἔχων τι σοι παραβάλοιμι εἰ μὴ κυάμους χθὲς ἧκον ὡς οἶσθα καὶ σὺ οὐδὲ μελλήσας ἀνέλεξας αὐτούς: ὥστε ἐψεῦσθαί σοι ἀνάγκη καὶ ἄλλῳ εἶναι Πυθαγόρᾳ ὄντι παρανενομηκέναι καὶ τὸ ἴσον ἠσεβηκέναι κυάμους φαγόντα ὡς ἂν εἰ τὴν κεφαλὴν τοῦ πατρὸς ἐδηδόκεις. [p. 182]

Ἀλεκτρυών

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: