Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
πρὸς τὰς σὰς ἐκείνας ἐλπίδας. ἀγαπᾶν δ᾽ ὅμως ἀναγκαῖον οὐ γὰρ οὐδ᾽ ἂν φυγεῖν ἔτι σοι δυνατὸν ἐντὸς ἀρκύων γενομένῳ. δέχῃ τοίνυν τὸν χαλινὸν μύσας καὶ τὰ πρῶτα εὐάγωγος εἶ πρὸς αὐτὸν οὐ πάνυ περισπῶντα οὐδὲ ὀξέως νύττοντα, μέχρι ἂν λάθῃς τέλεον αὐτῷ συνήθης γενόμενος. οἱ μὲν δὴ ἔξω ἄνθρωποι τὸ μετὰ τοῦτο
ζηλοῦσί σε ὁρῶντες ἐντὸς τῆς κιγκλίδος
διατρίβοντα καὶ ἀκωλύτως εἰσιόντα καὶ τῶν πάνυ
[p. 448] τινὰ ἔνδον γεγενημένον σὺ δὲ αὐτὸς οὐδέπω ὁρᾷς οὗτινος ἕνεκα εὐδαίμων αὐτοῖς εἶναι δοκεῖς. πλὴν ἀλλὰ χαίρεις γε καὶ σεαυτὸν ἐξαπατᾷς καὶ ἀεὶ
τὰ μέλλοντα βελτίω γενήσεσθαι νομίζεις. τὸ δ᾽ ἔμπαλιν ἢ σὺ ἤλπισας γίγνεται καὶ ὡς ἡ παροιμία φησίν, ἐπὶ Μανδροβούλου χωρεῖ τὸ πρᾶγμα, καθ᾽ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἀποσμικρυνόμενον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.