previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33] οὐκ ὀκνῶ δέ σοι καὶ διηγήσασθαι μοι Θεσμόπολις οὗτος Στωϊκὸς διηγήσατο συμβὰν αὐτῷ πάνυ γελοῖον καὶ νὴ Δί᾽ οὐκ ἀνέλπιστον ὡς ἂν καὶ ἄλλῳ ταὐτὸν συμβαίη. συνῆν μὲν γὰρ πλουσίᾳ τινὶ καὶ τρυφώσῃ γυναικὶ τῶν ἐπιφανῶν ἐν τῇ πόλει. δεῆσαν δὲ καὶ ἀποδημῆσαί ποτε, τὸ μὲν πρῶτον ἐκεῖνο παθεῖν ἔφη γελοιότατον, συγκαθέζεσθαι γὰρ αὐτῷ παραδεδόσθαι φιλοσόφῳ ὄντι κίναιδόν τινα τῶν πεπιττωμένων τὰ σκέλη καὶ τὸν πώγωνα περιεξυρημένων διὰ τιμῆς δ᾽ αὐτὸν ἐκείνη, ὡς τὸ εἰκός, ἦγεν. καὶ τοὔνομα δὲ τοῦ κιναίδου ἀπεμνημόνευεν Χελιδόνιον γὰρ καλεῖσθαι. τοῦτο τοίνυν πρῶτον ἡλίκον, σκυθρωπῷ καὶ γέροντι ἀνδρὶ καὶ πολιῷ τὸ γένειονοἶσθα δὲ ὡς βαθὺν πώγωνα καὶ σεμνὸν Θεσμόπολις εἶχενπαρακαθίζεσθαι φῦκος ἐντετριμμένον καὶ ὑπογεγραμμένον τοὺς ὀφθαλμοὺς καὶ διασεσαλευμένον τὸ βλέμμα καὶ τὸν τράχηλον ἐπικεκλασμένον, οὐ χελιδόνα μὰ Δί᾽, ἀλλὰ γῦπά τινα περιτετιλμένον τὰ πτερά:^ καὶ εἴ γε μὴ πολλὰ δεηθῆναι αὐτοῦ, καὶ τὸν κεκρύφαλον ἔχοντα ἐπὶ τῇ κεφαλῇ ἂν συγκαθίζεσθαι. τὰ δ᾽ οὖν ἄλλα παρ᾽ ὅλην τὴν ὁδὸν μυρίας τὰς ἀηδίας ἀνασχέσθαι ὑπᾴδοντος καὶ τερετίζοντος, εἰ δὲ μὴ ἐπεῖχεν αὐτός, ἴσως ἂν καὶ ὀρχουμένου ἐπὶ τῆς ἀπήνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: