previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] Ὀρφεὺς δὲ καὶ Ἀμφίων, οἵπερ ἐπαγωγότατοι ἐγένοντο τῶν ἀκροατῶν, ὡς καὶ τὰ ἄψυχα ἐπικαλέσασθαι πρὸς τὸ μέλος, αὐτοὶ ἄν, οἶμαι, εἴ γε ἤκουσαν, καταλιπόντες ἂν τὰς κιθάρας παρεστήκεσαν σιωπῇ ἀκροώμενοι. τὸ γὰρ τῆς τε ἁρμονίας τὸ ἀκριβέστατον διαφυλάττειν, ὡς μὴ παραβαίνειν τι τοῦ ῥυθμοῦ, ἀλλ᾽ εὐκαίρῳ τῇ ἄρσει καὶ θέσει διαμεμετρῆσθαι τὸ ᾆσμα καὶ συνῳδὸν εἶναι τὴν κιθάραν καὶ ὁμοχρονεῖν τῇ γλώττῃ τὸ πλῆκτρον, καὶ τὸ εὐαφὲς τῶν δακτύλων καὶ τὸ εὐκαμπὲς τῶν μελῶν, πόθεν ἂν ταῦτα ὑπῆρχε τῷ Θρᾳκὶ ἐκείνῳ καὶ τῷ ἀνὰ τὸν Κιθαιρῶνα μεταξὺ βουκολοῦντι καὶ κιθαρίζειν μελετῶντι; ὥστε ἤν ποτε, Λυκῖνε, καὶ ᾀδούσης ἀκούῃς αὐτῆς, οὐκέτι τὸ τῶν Γοργόνων ἐκεῖνο ἔσῃ μόνον πεπονθώς, λίθος ἐξ ἀνθρώπου γενόμενος, ἀλλὰ [p. 282] καὶ τὸ τῶν Σειρήνων εἴσῃ ὁποῖόν τι ἦν παρεστήξῃ γὰρ εὖ οἶδα κεκηλημένος, πατρίδος καὶ οἰκείων ἐπιλαθόμενος. καὶ ἢν κηρῷ ἐπιφράξῃ τὰ ὦτα, καὶ διὰ τοῦ κηροῦ διαδύσεταί σοι τὸ μέλος. τοιοῦτόν τι ἄκουσμά ἐστι, Τερψιχόρης τινὸς Μελπομένης Καλλιόπης αὐτῆς παίδευμα, μυρία τὰ θέλγητρα καὶ παντοῖα ἐν ἑαυτῷ ἔχον. ἑνί τε λόγῳ συνελὼν φαίην ἄν, τοιαύτης μοι τῆς ᾠδῆς ἀκούειν νόμιζε, οἵαν εἰκὸς εἶναι τὴν διὰ τοιούτων χειλῶν, δι᾽ ἐκείνων δὲ τῶν ὀδόντων ἐξιοῦσαν. ἑώρακας δὲ καὶ αὐτὸς ἥν φημι, ὥστε ἀκηκοέναι νόμιζε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: