Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐπασκέουσιν. καὶ ἡ μὲν σοφίη παλαιὴ οὐδὲ νέον
ἐς ἡμέας ἀπίκετο, ἀλλ᾽ ἔστιν ἔργον ἀρχαίων βασιλέων θεοφιλέων. οἱ δὲ νῦν ἀμαθίῃ καὶ ῥᾳθυμίῃ καὶ προσέτι μισοπονίῃ κείνοισί τε ἀντίξοα φρονέουσι καὶ εὖτ᾽ ἂν ἀνδράσιν ἐπικυρέωσιν
ψεύδεα μαντευομένοις,^ ἄστρων τε
κατηγορέουσιν καὶ αὐτὴν ἀστρολογίην μισέουσιν, οὐδέ μιν οὔτε ὑγιέα οὔτε ἀληθέα νομίζουσιν, ἀλλὰ λόγον
ψευδέα καὶ ἀνεμώλιον, οὐ δικαίως, ἐμοὶ δοκέει,^
φρονέοντες: οὐδὲ γάρ τέκτονος ἀϊδρίη τεκτοσύνης
αὐτῆς ἀδικίη οὐδὲ αὐλητέω ἀμουσίη μουσικῆς ἀσοφίη, ἀλλ᾽ οἱ μὲν ἀμαθέες τῶν τεχνῶν, ἑκάστη
δ᾽ ἐν ἑωυτῇ σοφή.
[p. 350]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.