Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
οὐ μὲν ὦν οὐδὲ τὸν Κρόνον Ζεὺς ἔδησεν οὐδὲ
ἐς Τάρταρον ἔρριψεν οὐδὲ τὰ ἄλλα ἐμήσατο
ὁκόσα ἄνθρωποι νομίζουσιν, ἀλλὰ φέρεται γὰρ ὁ Κρόνος τὴν ἔξω φορὴν πολλὸν ἀπ᾽ ἡμέων καὶ οἱ
νωθρή τε ἡ κίνησις καὶ οὐ ῥηιδίη τοῖσιν
ἀνθρώποισιν ὁρέεσθαι. διὸ δή μιν ἑστάναι λέγουσιν ὅκως πεπεδημένον. τὸ δὲ βάθος τὸ πολλὸν τοῦ
ἠέρος Τάρταρος καλέεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.