This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
πόσαι κολάσεις ταῦτα ; πόσα τραύματα ; πόσοι θάνατοι ; πόσαι τυραννοκτονίαι ; πόσαι δωρεαὶ ; καὶ τέλος ἑωράκατε πάντες τὸν μὲν νεανίαν προκείμενον, οὐδὲ μικρὸν οὐδ᾽ εὐκαταγώνιστον ἔργον, τὸν πρεσβύτην δὲ αὐτῷ περικεχυμένον καὶ τὸ αἷμα ἀμφοῖν ἀνακεκραμένον, τὴν ἐλευθέριον ἐκείνην καὶ ἐπινίκιον σπονδήν, καὶ τὰ ἔργα τοῦ ξίφους τοῦ ἐμοῦ, αὐτὸ δὲ τὸ ξίφος ἐν μέσῳ ἀμφοτέρων, ἐπιδεικνύμενον
ὡς οὐκ ἀνάξιον γεγένηται τοῦ δεσπότου καὶ μαρτυρόμενον ὅτι μοι πιστῶς διηκονήσατο. τοῦτο ὑπ᾽ ἐμοῦ γενόμενον μικρότερον ἦν νῦν δὲ
λαμπρότερόν ἐστι τῇ καινότητι. καὶ ὁ μὲν καθελὼν τὴν τυραννίδα πᾶσαν εἰμὶ ἐγώ: μεμέρισται δὲ ἐς πολλοὺς τὸ ἔργον ὥσπερ ἐν δράματι: καὶ τὰ μὲν πρῶτα ἐγὼ ὑπεκρινάμην, τὰ δεύτερα δὲ ὁ παῖς,
τὰ τρίτα δὲ ὁ τύραννος αὐτός, τὸ ξίφος δὲ πᾶσιν ὑπηρέτησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.