previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] μὲν οὖν Ζεῦξις
οὕτως, ὀργιλώτερον ἴσως. Ἀντίοχος δὲ σωτὴρ ἐπικληθεὶς
καὶ οὗτος ὅμοιόν τι παθεῖν λέγεται ἐν τῇ πρὸς Γαλάτας
μάχῃ. εἰ βούλεσθε, διηγήσομαι καὶ τοῦτο, ὁποῖον
ἐγένετο. εἰδὼς γὰρ τούτους ἀλκίμους ὄντας καὶ πλήθει
παμπόλλους ὁρῶν καὶ τὴν φάλαγγα καρτερῶς συναραρυῖαν
καὶ ἐπὶ μετώπου μὲν προασπίζοντας τοὺς χαλκοθώρακας
αὐτῶν, ἐς βάθος δὲ ἐπὶ τεττάρων καὶ εἴκοσι
τεταγμένους ὁπλίτας, ἐπὶ κέρως δ᾽ ἑκατέρωθεν τὴν ἵππον
δισμυρίαν οὖσαν, ἐκ δὲ τοῦ μέσου τὰ ἅρματα ἐκπηδήσεσθαι
μέλλοντα δρεπανηφόρα ὀγδοήκοντα καὶ συνωρίδας
ἐπ᾽ αὐτοῖς δὶς τοσαύτας, ταῦτα ὁρῶν πάνυ πονηρὰς εἶχε
τὰς ἐλπίδας, ὡς ἀμάχων ὄντων ἐκείνων αὐτῷ: ἐκεῖνος
γὰρ δι᾽ ὀλίγου τῆς στρατιᾶς ἐκείνης παρασκευασθείσης οὐ
μεγαλωστὶ οὐδὲ κατ᾽ ἀξίαν τοῦ πολέμου ἀφίκετο κομιδῇ
ὀλίγους ἄγων, καὶ τούτων πελταστικὸν τὸ πολὺ καὶ ψιλικόν:
οἱ γυμνῆτες δὲ ὑπὲρ ἥμισυ τῆς στρατιᾶς ἦσαν.
ὥστε ἐδόκει αὐτῷ ἤδη σπένδεσθαι καί τινα εὐπρεπῆ διάλυσιν
εὑρίσκεσθαι τοῦ πολέμου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: