[9]
ἀλλὰ Θεοδότας ὁ
Ῥόδιος, ἀνὴρ γενναῖος καὶ τακτικῶν ἔμπειρος, οὐκ εἴα
παρὼν ἀθυμεῖν: καὶ ἦσαν γὰρ ἑκκαίδεκα ἐλέφαντες τῷ
[p. 399]
Ἀντιόχῳ. τούτους ἐκέλευσεν ὁ Θεοδότας τέως μὲν ἔχειν
ὡς οἷόν τε κατακρύψαντας, ὡς μὴ κατάδηλοι εἶεν ὑπερφαινόμενοι
τοῦ στρατοῦ, ἐπειδὰν δὲ σημήνῃ ὁ σαλπιγκτὴς
καὶ δέῃ συμπλέκεσθαι καὶ εἰς χεῖρας ἰέναι καὶ ἡ ἵππος
ἡ τῶν πολεμίων ἐπελαύνηται καὶ τὰ ἅρματα οἱ Γαλάται
ἀνοίξαντες τὴν φάλαγγα καὶ διαστήσαντες ἐπαφῶσι,
τότε ἀνὰ τέτταρας μὲν τῶν ἐλεφάντων ἀπαντᾶν ἐφ᾽ ἑκάτερα
τοῖς ἱππεῦσι, τοὺς ὀκτὼ δὲ ἀντεπαφεῖναι τοῖς ἁρματηλάταις
καὶ συνωριασταῖς: εἰ γὰρ τοῦτο γένοιτο, φοβηθήσονται
αὐτῶν, ἔφη, οἱ ἵπποι καὶ ἐς τοὺς Γαλάτας αὖθις
ἐμπεσοῦνται φεύγοντες. καὶ οὕτως ἐγένετο:
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.