This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ταῦτα μὲν πρὸς ἑαυτόν, ὡς τὸ εἰκός,
λέλεκταί σοι. ἐπάξεις δὲ ἴσως καὶ πρὸς αὐτὸν ἐμὲ
ξυμβουλήν τινα τοιαύτην οὐκ ἄκαιρον, ἀλλὰ φιλικὴν
καὶ οἵῳ σοι χρηστῷ καὶ φιλοσόφῳ ἀνδρὶ πρέπουσαν. ἢν
μὲν οὖν κατ᾽ ἀξίαν ὑποδὺς τὸ σὸν πρόσωπον ὑποκρίνωμαι,
εὖ ἂν ἡμῖν ἔχοι καὶ τῷ Λογίῳ θύσομεν: εἰ δὲ μή,
ἀλλὰ σὺ προσθήσεις τὰ ἐνδέοντα. ὥρα τοίνυν μετασκευάσαντας
ἡμᾶς τὴν σκηνὴν ἐμὲ μὲν σιωπᾶν καὶ ἀνέχεσθαι
τεμνόμενον καὶ καιόμενον, εἰ δέοι, ἐπὶ σωτηρίᾳ,
σὲ δὲ ἐπιπάττειν τῶν φαρμάκων καὶ τὴν σμίλην ἅμα
πρόχειρον ἔχοντα καὶ τὸ καυτήριον διάπυρον: καὶ δὴ
παραλαβὼν τὴν ῥήτραν σὺ ταῦτα πρός με ὁ Σαβῖνος ἤδη λέγεις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.