previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] βούλεσθε οὖν ἤδη ἐπαγάγω τῷ μύθῳ τὸ τέλος,
ὡς μὴ ἀκέφαλος περινοστοίη; ὥρα γοῦν εἰδέναι οὗτινός
μοι εἵνεκα Ἀνάχαρσις ἐκ Σκυθίας καὶ Τόξαρις
τὰ νῦν ἐς Μακεδονίαν ἥκετον ἔτι καὶ Σόλωνα γέροντα [p. 409]
ἄνδρα ἐπαγομενω Ἀθήνηθεν. φημὶ δὴ ὅμοιόν τι καὶ αὐ
τὸς παθεῖν τῷ Ἀναχάρσιδι, καὶ πρὸς Χαρίτων μὴ νεμεσήσητέ
μοι τῆς εἰκόνος, εἰ βασιλικῷ ἀνδρὶ ἐμαυτὸν εἴκασα:
βάρβαρος μὲν γὰρ κἀκεῖνος καὶ οὐδέν τι φαίης ἂν
τοὺς Σύρους ἡμᾶς φαυλοτερους εἶναι τῶν Σκυθῶν. ἀτὰρ
οὐδὲ κατὰ τὸ βασιλικὸν εἰσποιῶ τἀμὰ ἐς τὴν ὁμοιότητα,
κατ᾽ ἐκεῖνα δέ: ὅτε γὰρ πρῶτον ἐπεδήμησα ὑμῶν τῇ πόλει,
ἐξεπλάγην μὲν εὐθὺς ἰδὼν τὸ μέγεθος καὶ τὸ κάλλος
καὶ τῶν ἐμπολιτευομένων τὸ πλῆθος καὶ τὴν ἄλλην
δύναμιν καὶ λαμπρότητα πᾶσαν: ὥστε ἐπὶ πολὺ ἐτεθήπειν
πρὸς ταῦτα καὶ οὐκ ἐξήρκουν τῷ θαύματι, οἷόν τι
καὶ νησιώτης ἐκεῖνος νεανίσκος ἐπεπόνθει πρὸς τὴν τοῦ
Μενελάου οἰκίαν. καὶ ἔμελλον οὕτω διατεθήσεσθαι τὴν
γνώμην ἰδὼν πόλιν ἀκμάζουσαν ἀκμῇ τοσαύτῃ καὶ κατὰ
τὸν ποιητὴν ἐκεῖνον
ἀνθοῦσαν ἀγαθοῖς πᾶσιν οἷς θάλλει πόλις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: