previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] ἡμεῖς δὲ οἱ ἐς τὰ πλήθη παριόντες καὶ τὰς τοιαύτας τῶν ἀκροάσεων ἐπαγγέλλοντες εἴδωλα ἄττα ἐπιδεικνύμεθα: καὶ τὸ μὲν ὅλον ἐν πηλῷ, καθαπερ ἔφην [p. 9] μικρὸν ἔμπροσθεν, πλαστικὴ κατὰ ταὐτὰ τοῖς κοροπλάθοις: τὰ δ᾽ ἄλλα οὔτε κίνησις ὁμοία πρόσεστιν οὔτε ψυχῆς δεῖγμά τι, ἀλλὰ τέρψις ἄλλως καὶ παιδιὰ τὸ πρᾶγμα. ὥστε μοι ἐνθυμεῖσθαι ἔπεισι, μὴ ἄρα οὕτω με Προμηθέα λέγοις εἶναι, ὡς κωμικὸς τὸν Κλέωνα: φησὶ δέ, οἶσθα, περὶ αὐτοῦ:

Κλέων Προμηθεύς ἐστι μετὰ τὰ πράγματα.
καὶ αὐτοὶ δὲ Ἀθηναῖοι τοὺς χυτρέας καὶ ἰπνοποιοὺς καὶ πάντας, ὅσοι πηλουργοί, Προμηθέας ἀπεκάλουν ἐπισκώπτοντες ἐς τὸν πηλὸν καὶ τὴν ἐν πυρὶ οἶμαι τῶν σκευῶν ὄπτησιν: καὶ εἴ γε σοι τοῦτο βούλεται εἶναι Προμηθεύς, πάνυ εὐστόχως ἀποτετόξευται καὶ ἐς τὴν Ἀττικὴν δριμύτητα τῶν σκωμμάτων, ἐπεὶ καὶ εὔθρυπτα ἡμῖν τὰ ἔργα, ὥσπερ ἐκείνοις τὰ χυτρίδια, καὶ μικρόν τις λίθον ἐμβαλὼν συντρίψειεν ἂν πάντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: