previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] Πτολεμαῖος γοῦν ο Λάγου δύο καινὰ ἐς Αἴγυπτον ἄγων, κάμηλόν τε Βακτριανὴν παμμέλαιναν καὶ δίχρωμον ἄνθρωπον, ὡς το μεν ἡμίτομον αὐτοῦ ἀκριβῶς μέλαν εἶναι, το δ᾽ ἕτερον ἐς ὑπερβολὴν λευκόν, ἐπ᾽ ἴσης δὲ μεμερισμένον, ἐς το θέατρον συναγαγὼν τοὺς Αἰγυπτίους ἐπεδείκνυτο αὐτοῖς ἄλλα τε πολλὰ θεάματα καὶ τὸ τελευταῖον καὶ ταῦτα. τὴν κάμηλον καὶ τὸν ἡμίλευκον ἄνθρωπον, και ᾤετο εκπλήξειν τῷ θεάματι. οἱ δὲ πρὸς μὲν τὴν κάμηλον εφοβήθησαν καὶ ὀλίγου δεῖν ἔφυγον ἀναθορόντες, καίτοι χρυσῶ πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο και χαλινὸς ἦν λιθοκόλλητος, Δαρείου τινὸς Καμβύσου Κύρου αὐτοῦ κειμήλιον: πρὸς δὲ τὸν ἄνθρωπον οἱ μεν πολλοὶ ἐγέλων, οἱ δέ τινες ὡς ἐπὶ τέρατι ἐμυσάττοντο: ὥστε Πτολεμαῖος συνεὶς ὅτι οὐκ εὐδοκιμεῖ ἐπ᾽ αὐτοῖς οὐδὲ θαυμάζεται ὑπὸ τῶν Αἰγυπτίων καινότης, ἀλλὰ πρὸ αὐτῆς τὸ εὔρυθμον καὶ τὸ εὔμορφον κρίνουσι, μετέστησεν αὐτὰ καὶ τὸν ἄνθρωπον οὐκέτι διὰ τιμῆς ἦγεν ὡς πρὸ τοῦ: ἀλλ᾽ μὲν κάμηλος ἀπέθανεν ἀμελουμένη, τὸν ἄνθρωπον δὲ τὸν διττὸν Θέσπιδι τῷ αὐλητῇ ἐδωρήσατο καλῶς αὐλήσαντι παρὰ τὸν πότον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: