previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρώτην μὲν τοίνυν ἔφην ἀρετὴν εἶναι λόγων τὴν καθαρὰν ἑρμηνείαν, ἐν διαλλαγὴν οὐδεμίαν εὕρισκον παρ᾽ οὐδετέρῳ. ἔπειτα τὴν ἀκρίβειαν τὴν διαλέκτου τῆς τότε συνήθους: καὶ ταύτην ἑώρων ὁμοίαν παρ᾽ ἀμφοτέροις. μετὰ ταῦτα ἐπελογιζόμην, ὅτι τοῖς κυρίοις καὶ συνήθεσι καὶ κοινοῖς ὀνόμασιν ἀμφότεροι κέχρηνται, δὲ Ἰσοκράτους λέξις προσλαβοῦσά τι τῆς τροπικῆς κατασκευῆς μέχρι τοῦ μὴ λυπῆσαι προῆλθεν. τῆς σαφηνείας καὶ τῆς ἐναργείας ἀμφοτέρους κρατεῖν ἀπεφηνάμην, ἐν δὲ τῷ συντόμως ἐκφέρειν τὰ νοήματα [p. 71] Λυσίαν μᾶλλον ἡγούμην ἐπιτυγχάνειν. περὶ τὰς αὐξήσεις Ἰσοκράτη κατορθοῦν ἄμεινον ἐδόκουν. ἐν τῷ συστρέφειν τὰ νοήματα καὶ στρογγύλως ἐκφέρειν ὡς πρὸς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειον Λυσίαν ἀπεδεχόμην. ἐν ταῖς ἠθοποιίαις ἀμφοτέρους εὕρισκον δεξιούς, τῆς δὲ χάριτος καὶ τῆς ἡδονῆς ἀναμφιλόγως ἀπεδίδουν τὰ πρωτεῖα Λυσίᾳ. τὸ μεγαλοπρεπὲς ἑώρων παρ᾽ Ἰσοκράτει. τοῦ πιθανοῦ καὶ πρέποντος οὐδέτερον ἐδόκουν ἀπολείπεσθαι. ἐν τῇ συνθέσει τῶν ὀνομάτων Λυσίαν μὲν ἀφελέστερον ἔκρινον, Ἰσοκράτην δὲ περιεργότερον, καὶ τὸν μὲν τῆς ἀληθείας πιθανώτερον εἰκαστήν, τὸν δὲ τῆς κατασκευῆς ἀθλητὴν ἰσχυρότερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: