previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τίς ἂν οὖν οὐκ ἂν ὁμολογήσειε τὸν μὲν Λυσίου νέον καὶ ἰδιώτην καὶ ἀπράγμονα ἀρχέτυπόν τινα εἶναι τῆς ἀληθείας διαφέροντα ἐκείνης οὐδ᾽ ὁτιοῦν, τὸν ἕτερον δὲ ἀπόγραφόν τινα καὶ οὐ λανθάνοντα ὅτι πέπλασται ῥητορικῇ τέχνῃ; καὶ γὰρ αἱ λέξεις καὶ τὰ νοήματα παρ᾽ ἐκείνῳ μὲν τὸ αὐτοφυές, παρὰ δὲ τούτῳ τὸ κατασκευαστὸν ἀποφαίνουσιν. μέν γε ἀρχῇ κέχρηται, ὅτι νέος τε καὶ ἄπειρος εἴη πραγμάτων καὶ οὐδὲν δεόμενος εἰς δικαστήριον εἰσιέναι. καὶ ἐπιφέρει πάνυ ἠθικῶς: “ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν.” καὶ τὸ μετὰ τοῦτο, ὡς φύσιν εἶχε γενέσθαι τε καὶ ῥηθῆναι, λέγει: ὡς ἐπὶ διαιτητὰς ἠξίουν τοὺς κοινοὺς ἐλθεῖν φίλουςκἄν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ.” καὶ τὰ λοιπὰ ἐν ἤθει χρηστᾷ διεξελθὼν τελευτῶν ἐπιτίθησι: “ταῦτ᾽ ἐμοῦ προκαλουμένου οὐδεπώποτε ἠθέλησε συνελθεῖν.” δὲ Ἰσαῖος τουτὶ μὲν τὸ μέρος τὸ: “παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάσθαι λέγειν ἐν δικαστηρίῳ νέον ὄνταἐπὶ τελευτῇ τοῦ προοιμίου τίθησιν. ἄρχεται δὲ ἀπὸ διανοίας οὐ φαύλης μὰ Δία οὐδὲ ἰδιωτικῆς, ἀνιαρότερον εἶναι [p. 107] λέγων πρὸς τοιούτους ἀπέχθεσθαι, μεθ᾽ ὧν ἀνάγκην εἶναι τῶν τιμιωτάτων κοινωνεῖν. ἔπειτα ἀπολύεταί τι τῶν μελλόντων αὐτὸν λυπεῖν, τὸ δὴ πολλοὺς ὄντας τοὺς δημότας πρὸς αὐτὸν ἀντιδικεῖν. συντίθησί τε τὰ ὀνόματα οὐ φαύλως μὰ Δία οὐδ᾽ ὡς ἄν ἰδιώτης: “ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν”, φησίν, “οὓς περιορᾶν μὲν οὐ ῥᾴδιον ἀποστεροῦντας, ἀπέχθεσθαι δ᾽ ἀηδές, μεθ᾽ ὧν ἀνάγκη καὶ συνθύειν καὶ συνουσίας κοινὰς ποιεῖσθαι.” γὰρ ἀηδὴς ἀπέχθεια καὶ αἱ κοιναὶ συνουσίαι τεχνικώτερον σύγκεινται μᾶλλον ἀφελέστερον, καὶ ἔτι τὸπολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι δι᾽ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων.” ἥκιστα γὰρ ἰδιώτης ἂν οὕτως: “οὐχ ἡγούμην δεῖν κατοκνῆσαιοὐδέ γε τὸδἰ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων”, ἀλλ᾽ ἐκείνως πως μᾶλλον: “τοσούτων γέ μοι συμπιπτόντων δυσκόλων ἐφ᾽ ὑμᾶς ἠνάγκασμαι καταφυγεῖν, ἵνα τῶν δικαίων τύχω δι᾽ ὑμῶν.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: