previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ οἱ μὲν Πλάτωνα μιμεῖσθαι λέγοντες καὶ τὸ μὲν ἀρχαῖον καὶ ὑψηλὸν καὶ εὔχαρι καὶ καλὸν οὐ δυνάμενοι λαβεῖν, διθυραμβώδη δὲ ὀνόματα καὶ φορτικὰ εἰσφέροντες κατὰ τοῦτ᾽ ἐλέγχονται ῥᾳδίως. οἱ δὲ Θουκυδίδην [p. 308] ζηλοῦν λέγοντες καὶ τὸ μὲν εὔτονον καὶ στερεὸν καὶ δεινὸν καὶ τὰ τούτοις ὅμοια χαλεπῶς ἐκλαμβάνοντες, τοὺς δὲ σολοικοφανεῖς σχηματισμοὺς καὶ τὸ ἀσαφὲς προχειριζόμενοι, πάνυ εὐχερῶς ἂν ἁλίσκοιντο ἐκ τούτου τοῦ παραγγέλματος. ὥς πέρ γε καὶ ἐπὶ τῶν ῥητόρων οἱ μὲν Ὑπερείδην μιμούμενοι, διαμαρτόντες τῆς χάριτος ἐκείνης καὶ τῆς ἄλλης δυνάμεως, αὐχμηροί τινες ἐγένοντο, οἷοι γεγόνασι Ῥοδιακοὶ ῥήτορες οἱ περὶ Ἀρταμένην καὶ Ἀριστοκλέα καὶ Φιλάγριον καὶ Μόλωνα: οἱ δ᾽ Ἰσοκράτην καὶ τὰ Ἰσοκράτους ἀποτυπώσασθαι θελήσαντες ὕπτιοι καὶ ψυχροὶ καὶ ἀσύστροφοι καὶ ἀναληθεῖς: οὗτοι δ᾽ εἰσὶν οἱ περὶ Τίμαιον καὶ Ψάωνα καὶ Σωσιγένην. οἱ δὲ Δημοσθένην προχειρισάμενοι καὶ τὰς ἀρετὰς τὰς ἐκείνου διώκοντες τῆς μὲν προαιρέσεως ἕνεκα ἐπῃνέθησαν, οὐ μὴν ἴσχυσαν τὰ κράτιστα τῶν ἐκείνου τοῦ ῥήτορος ἔργων λαβεῖν. τούτων ἄριστον ἄν τις θείη τὸν Δείναρχον γενέσθαι. λείπεται δὲ Δημοσθένους κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων τῇ δεινότητι, κατὰ δὲ τὴν σύνθεσιν τῇ ποικιλίᾳ τῶν σχημάτων καὶ τῇ ἐξαλλαγῇ, κατὰ δὲ τὴν εὕρεσιν τῶν ἐπιχειρημάτων τῷ μὴ καινὰ καὶ παράδοξα λαμβάνειν ἀλλὰ φανερὰ καὶ ἐν τῷ μέσῳ κείμενα, κατὰ δὲ τὴν οἰκονομίαν τῇ τάξει καὶ ταῖς [p. 309] ἐξεργασίαις τῶν ἐπιχειρημάτων καὶ ταῖς προκατασκευαῖς καὶ ταῖς ἐφόδοις καὶ τοῖς ἄλλοις τεχνικοῖς παραγγέλμασιν, περὶ ταύτην ἐστὶ τὴν ἰδέαν, μάλιστα δ᾽ αὐτοῦ λείπεται τῇ συμμετρίᾳ καὶ τῷ καιρῷ καὶ τῷ πρέποντι. λέγω δὲ ταῦτα οὐκ ἐν τῷ καθόλου τρόπῳ, ὡς μηδὲν τούτων κατορθοῦντος, ἀλλ᾽ ἐν τῷ κοινοτέρῳ καὶ ὡς ἐπὶ τὸ πολύ. δι᾽ αὐτὸ γὰρ τοῦτο καὶ ἄγροικόν τινες Δημοσθένην ἔφασαν αὐτὸν εἶναι, κατὰ τὸ ἐλλιπὲς τῆς οἰκονομίας ταύτην περὶ αὐτοῦ τὴν δόξαν λαβόντες: τὸ γὰρ ἄγροικον τοῦ πολιτικοῦ σώματος οὐ μορφῇ, κατασκευῇ δὲ καὶ διαθέσει τινὶ τῆς μορφῆς διήνεγκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: