previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτι δὲ μᾶλλον ἴδοι τις ἂν τὸ περὶ τὰς ἐξεργασίας τοῦ συγγραφέως ἀνώμαλον ἐπιλογισάμενος, ὅτι πολλὰ καὶ μεγάλα πράγματα παραλιπὼν τὸ προοίμιον τῆς ἱστορίας μέχρι πεντακοσίων ἐκμηκύνει στίχων, τὰ πρὸ τοῦδε τοῦ πολέμου πραχθέντα τοῖς Ἕλλησι μικρὰ βουλόμενος ἀποδεῖξαι καὶ οὐκ ἄξια τῷδε παραβάλλεσθαι. οὔτε γὰρ τἀληθὲς οὕτως εἶχεν, ὡς ἐκ πολλῶν ἔστι παραδεῖξαι πραγμάτων, οὔτε τῆς τέχνης ὑπαγορεύει λόγος οὕτω μεθοδεύειν τὰς αὐξήσειςοὐ γὰρ εἴ τι τῶν μικρῶν μεῖζόν ἐστι, διὰ τοῦτ᾽ ἐστὶν ἤδη μέγα, ἀλλ᾽ εἴ τι τῶν μεγάλων ὑπερέχει”: γέγονέ τε αὐτῷ τὸ προοίμιον, τοσαύτας εἰληφὸς ἀποδεικτικὰς τῆς προθέσεως ἐξεργασίας, ἱστορία τις αὐτὴ καθ᾽ αὑτήν. οἱ δὲ τὰς ῥητορικὰς συνταξάμενοι τέχνας παραγγέλλουσι δείγματα τῶν λόγων τὰ προοίμια ποιεῖν αὐτὰ τὰ κεφάλαια τῶν μελλόντων δηλοῦσθαι προλαμβάνοντας. δὴ καὶ πεποίηκεν ἀνὴρ ἐπὶ τῷ τέλει τοῦ προοιμίου, μέλλων ἄρχεσθαι τῆς διηγήσεως, ἐν ἐλάττοσιν πεντήκοντα στίχοις: ὥστε τὰ πολλὰ ἐκεῖνα καὶ καταβλητικὰ [p. 354] τοῦ μεγέθους τῆς Ἑλλάδος οὐκ ἀναγκαίως αὐτῷ παρέλκεσθαι, ὅτι κατὰ τὸν Τρωικὸν πόλεμον οὔπω σύμπασα ἐκαλεῖτο ἑνὶ ὀνόματι Ἑλλάς, καὶ ὅτι περαιοῦσθαι ναυσὶν ἐπ᾽ ἀλλήλους οἱ τροφῆς ἀπορούμενοι ἤρξαντο καὶ προσπίπτοντες πόλεσιν ἀτειχίστοις καὶ κατὰ κώμας οἰκουμέναις ἥρπαζον καὶ τὸ πλεῖστον τοῦ βίου ἐντεῦθεν ἐποιοῦντο. τί δ᾽ ἦν ἀναγκαῖον περὶ τῆς Ἀθηναίων τρυφῆς, τὸ παλαιὸν ἐχρῶντο, λέγειν, ὅτι κρωβύλους τε ἀνεπλέκοντο καὶ χρυσοῦς τέττιγας εἶχον ἐπὶ ταῖς κεφαλαῖς; καὶ ὅτι Λακεδαιμόνιοιἐγυμνώθησάν τε πρῶτοι καὶ εἰς τὸ φανερὸν ἀποδύντες λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο”; δὲ δὴ ναυπηγὸς Κορίνθιος Ἀμεινοκλῆς κατασκευάσας Σαμίοις πρῶτος τέτταρας τριήρεις, καὶ Σάμου τύραννος Πολυκράτης Ῥήνειαν ἑλὼν καὶ ἀναθεὶς τῷ Ἀπόλλωνι τῷ Δηλίῳ, καὶ οἱ Φωκαεῖς οἱ Μασσαλίαν οἰκίσαντες ὅτι ναυμαχίᾳ Καρχηδονίους ἐνίκων, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐστὶν ὅμοια, τίνα καιρὸν εἶχε πρὸ τῆς διηγήσεως λέγεσθαι; εἰ δ᾽ ἔστιν ὅσιόν μοι καὶ θεμιτὸν εἰπεῖν φρονῶ,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: