Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἁμαρτήματά τε καὶ κατορθώματα τοῦ συγγραφέως ταῦτά ἐστι.
τὰ δὲ περὶ τὸ λεκτικόν, ἐν ᾧ μάλιστα ὁ χαρακτὴρ
αὐτοῦ διάδηλός ἐστι, μέλλω νυνὶ λέγειν. ἀνάγκη δὲ
[p. 358]
ἴσως καὶ περὶ ταύτης τῆς ἰδέας προειπεῖν, εἰς πόσα
τε μέρη διαιρεῖσθαι πέφυκεν ἡ λέξις καὶ τίνας περιείληφεν
ἀρετάς: ἔπειτα δηλῶσαι, πῶς ἔχουσαν αὐτὴν ὁ
Θουκυδίδης παρὰ τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων
παρέλαβε, καὶ τίνα μέρη πρῶτος ἁπάντων
ἐκαίνωσεν, εἴ τ᾽ ἐπὶ τὸ κρεῖττον εἴ τ᾽ ἐπὶ τὸ χεῖρον,
μηδὲν ἀποκρυψάμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.