previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτῳ τε δὴ τῷ ἀνδρὶ Θουκυδίδης ἐπιβαλὼν καὶ [p. 361] τοῖς ἄλλοις, ὧν πρότερον ἐμνήσθην, καὶ συνιδὼν ἃς ἕκαστος αὐτῶν ἔσχεν ἀρετάς, ἴδιόν τινα χαρακτῆρα καὶ παρεωραμένον ἅπασι πρῶτος εἰς τὴν ἱστορικὴν πραγματείαν ἐσπούδασεν ἀγαγεῖν: ἐπὶ μὲν τῆς ἐκλογῆς τῶν ὀνομάτων τὴν τροπικὴν καὶ γλωττηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ξένην λέξιν προελόμενος ἀντὶ τῆς κοινῆς καὶ συνήθους τοῖς κατ᾽ αὐτὸν ἀνθρώποις: ἐπὶ δὲ τῆς συνθέσεως τῶν τ᾽ ἐλαττόνων καὶ τῶν μειζόνων μορίων τὴν ἀξιωματικὴν καὶ αὐστηρὰν καὶ στιβαρὰν καὶ βεβηκυῖαν καὶ τραχύνουσαν ταῖς τῶν γραμμάτων ἀντιτυπίαις τὰς ἀκοὰς ἀντὶ τῆς λιγυρᾶς καὶ μαλακῆς καὶ συνεξεσμένης καὶ μηδὲν ἐχούσης ἀντίτυπον: ἐπὶ δὲ τῶν σχηματισμῶν, ἐν οἷς μάλιστα ἐβουλήθη διενέγκαι τῶν πρὸ αὐτοῦ, πλείστην εἰσενεγκάμενος σπουδήν. διετέλεσέ γέ τοι τὸν ἑπτακαιεικοσαετῆ χρόνον τοῦ πολέμου ἀπὸ τῆς ἀρχῆς ἕως τῆς τελευτῆς τὰς ὀκτὼ βύβλους, ἃς μόνας κατέλιπεν, στρέφων ἄνω καὶ κάτω καὶ καθ᾽ ἓν ἕκαστον τῶν τῆς φράσεως μορίων ῥινῶν καὶ τορεύων: καὶ τοτὲ μὲν λόγον ἐξ ὀνόματος ποιῶν, τοτὲ δ᾽ εἰς ὄνομα συνάγων τὸν λόγον: καὶ νῦν μὲν τὸ ῥηματικὸν ὀνοματικῶς ἐκφέρων, αὖθις δὲ τοὔνομα ῥῆμα ποιῶν, καὶ αὐτῶν γε τούτων ἀναστρέφων τὰς χρήσεις, ἵνα τὸ μὲν ὀνοματικὸν προσηγορικὸν γένηται, [p. 362] τὸ δὲ προσηγορικὸν ὀνοματικῶς λέγηται: καὶ τὰ μὲν παθητικὰ ῥήματα δραστήρια, τὰ δὲ δραστήρια παθητικά: πληθυντικῶν τε καὶ ἑνικῶν ἐναλλάττων τὰς φύσεις καὶ ἀντικατηγορῶν ταῦτα ἀλλήλων: θηλυκά τε ἀρρενικοῖς καὶ ἀρρενικὰ θηλυκοῖς καὶ οὐδέτερα τούτων τισὶ συνάπτων, ἐξ ὧν κατὰ φύσιν ἀκολουθία πλανᾶται: τὰς δὲ τῶν ὀνοματικῶν μετοχικῶν πτώσεις ποτὲ μὲν πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος ἀποστρέφων, ποτὲ δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου: ἐν δὲ τοῖς συνδετικοῖς καὶ τοῖς προθετικοῖς μορίοις καὶ ἔτι μᾶλλον ἐν τοῖς διαρθροῦσι τὰς τῶν ὀνομάτων δυνάμεις ποιητοῦ τρόπον ἐνεξουσιάζων. πλεῖστα δ᾽ ἄν τις εὕροι παρ᾽ αὐτῷ σχήματα προσώπων τε ἀποστροφαῖς καὶ χρόνων ἐναλλαγαῖς καὶ τροπικῶν σημειώσεων μεταφοραῖς ἐξηλλαγμένα τῶν συνήθων καὶ σολοικισμῶν λαμβάνοντα φαντασίας: ὁπόσα τε γίγνεται πράγματα ἀντὶ σωμάτων σώματα ἀντὶ πραγμάτων: καὶ ἐφ᾽ ὧν ἐνθυμημάτων τε καὶ νοημάτων αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι διὰ πολλοῦ τὴν ἀκολουθίαν κομίζονται: τά τε σκολιὰ καὶ πολύπλοκα καὶ δυσεξέλικτα καὶ τὰ ἄλλα τὰ συγγενῆ τούτοις. εὕροι δ᾽ ἄν τις οὐκ ὀλίγα καὶ τῶν θεατρικῶν σχημάτων κείμενα παρ᾽ αὐτῷ, τὰς παρισώσεις λέγω [p. 363] καὶ παρομοιώσεις καὶ παρονομασίας καὶ ἀντιθέσεις, ἐν αἷς ἐπλεόνασε Γοργίας Λεοντῖνος καὶ οἱ περὶ Πῶλον καὶ Λικύμνιον καὶ πολλοὶ ἄλλοι τῶν κατ᾽ αὐτὸν ἀκμασάντων. ἐκδηλότατα δὲ αὐτοῦ καὶ χαρακτηρικώτατά ἐστι τό τε πειρᾶσθαι δι᾽ ἐλαχίστων ὀνομάτων πλεῖστα σημαίνειν πράγματα καὶ πολλὰ συντιθέναι νοήματα εἰς ἕν, καὶ τὸ ἔτι προσδεχόμενόν τι τὸν ἀκροατὴν ἀκούσεσθαι καταλείπειν: ὑφ᾽ ὧν ἀσαφὲς γίνεται τὸ βραχύ. ἵνα δὲ συνελὼν εἴπω, τέτταρα μέν ἐστιν ὥσπερ ὄργανα τῆς Θουκυδίδου λέξεως: τὸ ποιητικὸν τῶν ὀνομάτων, τὸ πολυειδὲς τῶν σχημάτων, τὸ τραχὺ τῆς ἁρμονίας, τὸ τάχος τῶν σημασιῶν: χρώματα δὲ αὐτῆς τό τε στριφνὸν καὶ τὸ πυκνόν, καὶ τὸ πικρὸν καὶ τὸ αὐστηρόν, καὶ τὸ ἐμβριθὲς καὶ τὸ δεινὸν καὶ τὸ φοβερόν, ὑπὲρ ἅπαντα δὲ ταῦτα τὸ παθητικόν. τοιοῦτος μὲν δή τίς ἐστιν Θουκυδίδης κατὰ τὸν τῆς λέξεως χαρακτῆρα, παρὰ τοὺς ἄλλους διήνεγκεν. ὅταν μὲν οὖν τε προαίρεσις αὐτοῦ καὶ δύναμις συνεκδράμῃ, τέλεια γίνεται κατορθώματα καὶ δαιμόνια: ὅταν δὲ ἐλλείπῃ τὸ τῆς δυνάμεως, οὐ παραμείναντος μέχρι πάντων τοῦ τόνου, διὰ τὸ τάχος τῆς ἀπαγγελίας ἀσαφής τε λέξις γίνεται καὶ ἄλλας τινὰς ἐπιφέρει κῆρας οὐκ εὐπρεπεῖς. τὸ γὰρ ἐν δεῖ τρόπῳ τὰ ξένα καὶ πεποιημένα λέγεσθαι καὶ μέχρι πόσου προελθόντα [p. 364] πεπαῦσθαι, καλὰ καὶ ἀναγκαῖα θεωρήματα ἐν πᾶσιν ὄντα τοῖς ἔργοις, οὐ διὰ πάσης τῆς ἱστορίας φυλάττει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: