previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ μέχρι τούτων προελθὼν ἐπαύσατο τὰ μὲν καλλωπίζων, τὰ δὲ σκληραγωγῶν τὴν λέξιν, ἧττον ἂν ὀχληρὸς ἦν. νῦν δ᾽ ἐπιτίθησιν: “ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ μὲν χαλεπαίνων πιστὸς ἀεί, δ᾽ ἀντιλέγων αὐτῷ ὕποπτος.” καὶ γὰρ ἐν τούτοις πάλιν ἄδηλον μέν ἐστι, τίνα βούλεται [p. 376] δηλοῦν τὸν χαλεπαίνοντα καὶ περὶ τίνος, τίνα δὲ τὸν ἀντιλέγοντα καὶ ἐφ᾽ ὅτῳ. “ἐπιβουλεύσας δέ τιςφησίτυχών τε ξυνετός, καὶ ὑπονοήσας ἔτι δεινότερος: προβουλεύσας δὲ ὅπως μηδὲν αὑτῷ δεήσει, τῆς ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος.” οὔτε γὰρ τυχώνἐμφαίνει μᾶλλον, βούλεται δηλοῦν, οὔτε αὐτὸς τυχών τε καὶ ὑπονοήσας ἅμα νοεῖσθαι δύναται, εἴ γε μὲν τυχὼν ἐπὶ τοῦ κατορθώσαντος καὶ ἐπιτυχόντος ἤλπισε λέγεται, δὲ ὑπονοήσας ἐπὶ τοῦ προαισθομένου τὸ μήπω πραχθὲν ἀλλ᾽ ἔτι μέλλον κακόν. καθαρὸς δὲ καὶ τηλαυγὴς νοῦς οὕτως ἂν ἦν: “οἵ τ᾽ ἐπιβουλεύοντες ἑτέροις εἰ κατορθώσειαν, δεινοί: καὶ οἱ τὰς ἐπιβουλὰς προὑπονοοῦντες εἰ φυλάξαιντο, ἔτι δεινότεροι: δὲ προἰδόμενος, ὅπως μηδὲν αὑτῷ δεήσει μήτ᾽ ἐπιβουλῆς μήτε φυλακῆς, τάς τε ἑταιρίας διαλύειν ἐδόκει καὶ τοὺς ἐναντίους ἐκπεπλῆχθαι.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: