previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μίαν δὲ τούτοις ἐπιθεὶς περίοδον ἀγκύλως εἰρημένην καὶ δυνατῶς μετὰ τοῦ σαφῶς: “ἁπλῶς δὲ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ ἐπικελεύσας τὸν μὴ διανοούμενονποιητικῇ πάλιν χρήσεται μεταλήψει: “καὶ μὴν καὶ τὸ συγγενὲς τοῦ [p. 377] ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν.” τὸ γὰρσυγγενέςκαὶ τὸἑταιρικόνἀντὶ τῆς συγγενείας καὶ τῆς ἑταιρίας κείμενον μετείληπται: τό τεἀπροφασίστως τολμᾶνἄδηλον, εἴ τε ἐπὶ τῶν φίλων κεῖται νῦν εἴ τε ἐπὶ τῶν συγγενῶν. αἰτίαν γὰρ ἀποδούς, δι᾽ ἣν τοὺς συγγενεῖς ἀλλοτριωτέρους ἔκρινον τῶν φίλων, ἐπιτίθησιν, ὅτι τόλμαν ἀπροφάσιστον παρείχοντο. σαφὴς δ᾽ ἂν ἦν λόγος, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον κατὰ τὴν ἑαυτοῦ βούλησιν σχηματίζων: “καὶ μὴν καὶ τὸ ἑταιρικὸν οἰκειότερον ἐγένετο τοῦ συγγενοῦς διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν.” περιπέφρασται δὲ καὶ τὰ ἐπὶ τούτοις, καὶ οὔτε ἰσχυρῶς οὔτε σαφῶς ἀπήγγελται: “οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται σύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ.” μὲν νοῦς ἐστὶ τοιόσδε: “οὐ γὰρ ἐπὶ ταῖς κατὰ νόμον ὠφελείαις αἱ τῶν ἑταιριῶν ἐγίνοντο σύνοδοι, ἀλλ᾽ ἐπὶ τῷ παρὰ τοὺς νόμους τι πλεονεκτεῖν.” “καὶ ὅρκοιφησίνεἴ που ἄρα ἐγίγνοντο συναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν”: ἐν τούτοις [p. 378] ὑπερβατόν τε καὶ περίφρασις: οἱ μὲν γὰρὅρκοι τῆς συναλλαγῆςτὸ σημαινόμενον ἔχουσι τοιοῦτον: “οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο”. τὸ δὲἴσχυονδι᾽ ὑπερβατοῦ κείμενον τῷαὐτίκαἕπεται, βούλεται γὰρ δηλοῦνἐν τῷ παραυτίκα ἴσχυον”: τὸ δὲπρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι, οὐκ ἐχόντων ἄλλοθεν δύναμινσαφέστερον ἂν ἦν οὕτως ἐξενεχθέν: “διὰ τὸ μηδεμίαν ἄλλην ἔχειν δύναμιν κατὰ τὸ ἄπορον ἑκατέρῳ διδόμενοι”. τὸ δὲ κατάλληλον τῆς διανοίας ἦν ἂν τοιοῦτο: “οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο, ἀπορίᾳ πίστεως ἄλλης ἑκατέρῳ διδόμενοι ἐν τῷ παραχρῆμα ἴσχυον.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: