previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα δ᾽ εἰπεῖν προήχθην οὐκ ἐπιτιμῶν ἐκείνοις τοῖς ἀνδράσιν, ἀλλὰ καὶ πολλὴν ἔχων συγγνώμην, εἰ καὶ τῶν μυθικῶν ἥψαντο πλασμάτων, ἐθνικὰς καὶ τοπικὰς ἐκφέροντες ἱστορίας: ἐν ἅπασι γὰρ ἀνθρώποις καὶ κοινῇ κατὰ τόπους καὶ κατὰ πόλεις ἰδίᾳ μνῆμαί τινες ἐσῴζοντο καὶ τῶν τοιούτων ἀκουσμάτων, ὥσπερ ἔφην, ἃς διαδεχόμενοι παῖδες παρὰ πατέρων ἐπιμελὲς ἐποιοῦντο παραδιδόναι τοῖς ἐκγόνοις καὶ τοὺς βουλομένους αὐτὰς εἰς τὸ κοινὸν ἐκφέρειν οὕτως ἠξίουν συγγράφειν, ὡς παρὰ τῶν ἀρχαίων ἐδέξαντο. ἐκείνοις μὲν οὖν τοῖς ἀνδράσιν ἀναγκαῖον ἦν ποικίλλειν τοῖς μυθώδεσιν ἐπεισοδίοις τὰς τοπικὰς ἀναγραφάς. Θουκυδίδῃ δὲ τῷ προελομένῳ μίαν ὑπόθεσιν, παρεγίνετο [p. 334] αὐτός, οὐχ ἥρμοττεν ἐγκαταμίσγειν τῇ διηγήσει τὰς θεατρικὰς γοητείας οὐδὲ πρὸς τὴν ἀπάτην ἁρμόττεσθαι τῶν ἀναγνωσομένων, ἣν ἐκεῖναι πεφύκασι φέρειν αἱ συντάξεις, ἀλλὰ πρὸς τὴν ὠφέλειαν, ὡς αὐτὸς ἐν τῷ προοιμίῳ τῆς ἱστορίας δεδήλωκε κατὰ λέξιν οὕτως γράφων: “καὶ ἐς μὲν ἀκρόασιν τὸ μὴ μυθῶδες αὐτῶν ἀτερπέστερον φαίνεται: ὅσοι δὲ βουλήσονται τῶν τε γεγονότων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα κρίνειν αὐτὰ ἀρκούντως ἕξει: κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκούειν ξύγκειται.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: