ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δὲ
αὐτὰρ ὅ γ᾽ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν:
ἔλαττόν τε τοῦ προτέρου καὶ δίχα τέμνον τὸν στίχον. τρίτον δὲ τουτί
χῶρον ἀν᾽ ὑλήεντα
ἔλαττον κώλου κομμάτιον. τέταρτον δὲ
δι᾽ ἄκριας
[p. 139] ἐξ ἡμιστιχίων δύο συγκείμενον καὶ τοῖς προτέροις οὐδὲν ἐοικός. ἔπειτα τὸ τελευταῖον
οἷ οἱ Ἀθήνη
πέφραδε δῖον ὑφορβόν
ἐντελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον. ἔπειτ᾽ αὖθις
ὅ οἱ βιότοιο μάλιστα
κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύς
οὐ συνεκτρέχον οὐδὲ τοῦτο τῷ στίχῳ.
τὸν δ᾽ ἄρ᾽ ἐνὶ προδόμῳ εὗρ᾽ ἥμενον
ἄνισον καὶ τοῦτο τῷ προτέρῳ. κἄπειτα ὁ ἑξῆς νοῦς ἀπερίοδος ἐν κώλοις τε καὶ κόμμασι λεγόμενος: ἐπιθεὶς γὰρ
ἔνθά οἱ αὐλὴ
ὑψηλὴ δέδμητο
πάλιν ἐποίσει
περισκέπτῳ ἐνὶ χώρῳ,
βραχύτερον κώλου κομμάτιον, εἶτα
καλή τε μεγάλη τε
ὄνομα καθ᾽ ἑαυτὸ νοῦν τινα ἔχον. εἶθ᾽ ἑξῆς τὰ ἄλλα τὸν αὐτὸν κατασκευάσει τρόπον: τί γὰρ δεῖ μηκύνειν; ἐκ δὲ τῆς ποιήσεως τῆς ἰαμβικῆς τὰ παρ᾽ Εὐριπίδου ταυτί
περίδρομος
[p. 140] τὸ πρῶτον ἄχρι τούτου κῶλον.
ὦ γαῖα πατρὶς ἣν Πέλοψ ὁρίζεται,
χαῖρε,
τὸ δεύτερον μέχρι τοῦδε.
ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον
* ἐμβατεύεις
τοῦτο τρίτον. τὰ μὲν πρότερα μείζονα στίχου, τοῦτο δὲ ἔλαττον.
ἔνθεν εὔχομαι γένος.
μετὰ τοῦτο
Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ
τίκτει λαθραίως Ἡρακλεῖ:
οὐθέτερον αὐτῶν στίχῳ συμμετρούμενον. εἶτ᾽ αὖθις ἕτερον στίχου τε ἔλαττον καὶ στίχου μεῖζον
ξύνοιδε ὄρος
Παρθένιον,
καὶ τὰ ἑξῆς τούτοις παραπλήσια. ἐκ δὲ τῆς μελικῆς τὰ Σιμωνίδεια ταῦτα: γέγραπται δὲ κατὰ διαστολὰς οὐχ ὧν Ἀριστοφάνης ἢ ἄλλός τις κατεσκεύασε κώλων ἀλλ᾽ ὧν ὁ πεζὸς λόγος ἀπαιτεῖ. πρόσεχε δὴ τῷ μέλει καὶ ἀναγίνωσκε κατὰ διαστολάς, [p. 141] καὶ εὖ ἴσθ᾽ ὅτι λήσεταί σε ὁ ῥυθμὸς τῆς ᾠδῆς καὶ οὐχ ἕξεις συμβαλεῖν οὔτε στροφὴν οὔτε ἀντίστροφον οὔτ᾽ ἐπῳδόν, ἀλλὰ φανήσεταί σοι λόγος εἷς εἰρόμενος. ἔστι δὲ ἡ διὰ πελάγους φερομένη Δανάη τὰς ἑαυτῆς ἀποδυρομένη τύχας:
ἔνθα μητέρ᾽ ὠδίνων ἐμὴν
ἔλυσεν Εἰλείθυια
τοιαῦτά ἐστι τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας ἃς προεῖπά σοι. τοῦθ᾽ ἕξεις δῶρον ἡμέτερον, ὦ Ῥοῦφε, ‘πολλῶν ἀντάξιον ἄλλων’, εἰ βουληθείης ἐν ταῖς χερσί τε αὐτὸ συνεχῶς ὥσπέρ τι καὶ ἄλλο τῶν πάνυ χρησίμων ἔχειν καὶ συνασκεῖν αὑτὸν ταῖς καθ᾽ ἡμέραν γυμνασίαις. [p. 143] οὐ γὰρ αὐτάρκη τὰ παραγγέλματα τῶν τεχνῶν ἐστι δεινοὺς ἀγωνιστὰς ποιῆσαι τοὺς βουλομένους γε δίχα μελέτης τε καὶ γυμνασίας: ἀλλ᾽ ἐπὶ τοῖς πονεῖν καὶ κακοπαθεῖν βουλομένοις κεῖται σπουδαῖ᾽ ἂν εἶναι τὰ παραγγέλματα καὶ λόγου ἄξια ἢ φαῦλα καὶ ἄχρηστα.
ὅτε λάρνακι ἐν δαιδαλέᾳ
ἄνεμός τε μιν πνέων ἐφόρει
κινηθεῖσά τε λίμνα,
δείματι φρίττεν οὔτ᾽ ἀδιάντοισι παρειαῖς
ἀμφί τε Περσέι βάλλε φίλαν χέρα
εἶπέν τε: ὦ τέκος,
οἷον ἔχω πόνον, οὐ δἀνιᾷ σε:
γαλαθηνῷ δ᾽ ἤθεϊ κνοώσσεις
ἐν ἀτερπέι δούρατι χαλκεογόμφῳ δίχα νυκτὸς ἀλαμπεῖ
κυανέῳ τε δνόφῳ σταλείς. [p. 142]
ἅλμαν δ᾽ ὕπερθεν τεᾶν κομᾶν βαθεῖαν
παριόντος κύματος οὐκ ἀλέγεις
οὐδ᾽ ἀνέμου φθόγγον, πορφυρέᾳ
κείμενος ἐν χλανίδι πρὸς κόλπῳ καλὸν πρόσωπον.
εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν,
καί κεν ἐμῶν ῥημάτων λεπτὸν ὑπεῖχες οὖας.
κέλομαι: εὗδε βρέφος,
εὑδέτω δὲ πόντος, εὑδέτω ἄμετρον κακόν.
μεταβουλία δέ τις φανείη,
Ζεῦ πάτερ, ἐκ σέο:
ὅ τι δὴ θαρσαλέον ἔπος εὔχομαι
νόσφι δίκας, σύγγνωθί μοι.