previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ στοιχεῖα τῆς λέξεως ἥδε: ἑτέρα δέ, ὥσπερ καὶ κατ᾽ ἀρχὰς ἔφην, περὶ τὰ καλούμενα κῶλα, ποικιλωτέρας τε δεομένη πραγματείας καὶ μείζονος, ὑπὲρ ἧς αὐτίκα δὴ πειράσομαι λέγειν ὡς ἔχω γνώμης. καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς ἄλληλα δεῖ ὥστ᾽ [p. 31] οἰκεῖα φαίνεσθαι καὶ φίλα καὶ σχηματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα προκατασκευάσαι τε, εἴ πού τι δέοι, μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τιν᾽ ἄλλην μετασκευὴν δέχεται τὰ κῶλα: τούτων δ᾽ ἕκαστον πεῖρα αὐτὴ διδάσκει: πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν προτεθὲν ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον. δὲ λέγω, σαφέστερον ἔσται, εἴ τις αὐτὸ ἐπὶ παραδείγματος ἴδοι. ἔστι δή τις παρὰ τῷ Θουκυδίδῃ λέξις ἐν τῇ Πλαταιέων δημηγορίᾳ πάνυ χαριέντως συγκειμένη καὶ μεστὴ πάθους ἥδε: ‘ὑμεῖς τε Λακεδαιμόνιοι μόνη ἐλπίς, δέδιμεν, μὴ οὐ βέβαιοι ἦτε.’ φέρε δή τις λύσας τὴν συζυγίαν ταύτην μεθαρμοσάτω τὰ κῶλα οὕτως: ‘ὑμεῖς τε, Λακεδαιμόνιοι, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε, μόνη ἐλπίς.’ ἆρ᾽ ἔτι μένει τοῦτον τὸν τρόπον ἡρμοσμένων τῶν κώλων αὐτὴ χάρις τὸ αὐτὸ πάθος; οὐδεὶς ἂν εἴποι. τί δ᾽ εἰ τὴν Δημοσθένους λέξιν ταύτηντὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν [p. 32] τούτων ἀποδοῦναι παρανόμων γράφει;’ λύσας τις καὶ μεταθεὶς τὰ κῶλα τουτονὶ τὸν τρόπον ἐξενέγκαι: ‘ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι’, ἆρ᾽ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη; ἐγὼ μὲν οὐκ οἴομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: