previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δαναός

600θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων:
δήμου δέδοκται παντελῆ ψηφίσματα.

Χορός

χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοί
ἔνισπε δ᾽ ἡμῖν ποῖ κεκύρωται τέλος,
δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.

Δαναός

605ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με γηραιᾷ φρενί:
πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον:
ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
610κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν:
καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ
ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
615τοιάνδ᾽ ἔπειθεν ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων
ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
μέγαν προφωνῶν μήποτ᾽ εἰσόπιν χρόνου
πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα
λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
620ἀμήχανον βόσκημα πημονῆς πέλειν.
τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
ἔκραν᾽ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
δημηγόρους δ᾽ ἤκουσεν εὐπιθὴς στροφὰς
δῆμος Πελασγῶν: Ζεὺς δ᾽ ἐπέκρανεν τέλος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: