Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δαρεῖος
ἀλλ᾽ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ᾽ εὐγενὲς γύναι,
705κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
λέξον: ἀνθρώπεια δ᾽ ἄν τοι πήματ᾽ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ᾽ ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω. Ἄτοσσα
ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ
710ὡς ἕως τ᾽ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
πάντα γάρ, Δαρεῖ᾽ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ.
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ᾽, ὡς εἰπεῖν ἔπος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.