This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
καὶ μὴν οὐδὲν αὐτὸς ἐξηῦρον1 ὁπόθεν ἂν εἰκότως ὑπερείδετε τὴν ἐμὴν ὁμιλίαν. οὔτε γὰρ ὑμᾶς σοφωτάτους ἑώρων ὄντας, ἐμαυτὸν δ᾽ ἀμαθέστατον, οὐ μὴν οὐδὲ πολυφίλους ὑμᾶς, ἐμαυτὸν δ᾽ ἔρημον φίλων, οὐδ᾽ αὖ πλουτοῦντας, ἐμὲ δὲ πενόμενον, οὐδ᾽ αὖ ὑμᾶς μὲν ὑπερευδοκιμοῦντας, ἐμαυτὸν δὲ διαβεβλημένον, οὐδὲ τὰ μὲν ἐμὰ πράγματα κινδυνεύοντα, τὰ δ᾽ ὑμέτερα ἀσφαλῶς ἔχοντα. πόθεν ἂν οὖν εἰκότως ὑπώπτευον ἄχθεσθαί μοι συνόντι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.