ὅταν κλαίοντα ἴδῃς τινὰ ἐν πένθει ἢ ἀποδημοῦντος τέκνου ἢ ἀπολωλεκότα τὰ ἑαυτοῦ, πρόσεχε μή σε ἡ
φαντασία συναρπάσῃ ὡς ἐν κακοῖς ὄντος αὐτοῦ τοῖς ἐκτός,
ἀλλ᾽ εὐθὺς ἔστω πρόχειρον ὅτι ‘τοῦτον θλίβει οὐ τὸ συμβεβηκός (ἄλλον γὰρ οὐ θλίβει), ἀλλὰ τὸ δόγμα τὸ περὶ τούτου.’ μέχρι μέντοι λόγου μὴ ὄκνει συμπεριφέρεσθαι αὐτῷ,
κἂν οὕτω τύχῃ, καὶ συνεπιστενάξαι: πρόσεχε μέντοι μὴ
καὶ ἔσωθεν στενάξῃς.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.