Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἁρπασθείσης Ἰοῦς τῆς Ἀργείας ὑπὸ λῃστῶν, ὁ
πατὴρ αὐτῆς Ἴναχος μαστῆράς τε καὶ ἐρευνητὰς
ἄλλους καθῆκεν, ἐν δὲ αὐτοῖς Λύρκον τὸν Φορωνέως,
ὃς μάλα πολλὴν γῆν ἐπιδραμὼν καὶ πολλὴν θάλασσαν
περαιωθείς, τέλος, ὡς οὐχ εὕρισκεν, ἀπεῖπε τὸν
κάματον: καὶ εἰς μὲν Ἄργος δεδοικὼς τὸν Ἴναχον
οὐ μάλα τι κατῄει, ἀφικόμενος δὲ εἰς Καῦνον πρὸς
Αἰγιαλὸν γαμεῖ αὐτοῦ τὴν θυγατέρα Εἱλεβίην: ἔφασαν
γὰρ τὴν κόρην ἰδοῦσαν τὸν Λύρκον εἰς ἔρωτα
[p. 4]
ἐλθεῖν καὶ πολλὰ τοῦ πατρὸς δεηθῆναι κατασχεῖν
αὐτόν: ὁ δὲ τῆς τε βασιλείας μοῖραν οὐκ ἐλαχίστην
ἀποδασάμενος καὶ τῶν λοιπῶν ὑπαργμάτων γαμβρὸν
εἶχεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.