previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ια᾽. περὶ Ὑστερικῆς Πνιγός.

ἐν τῇσι λαγόσι τῶν γυναικῶν μέσῃσι ἐγκέεται μήτρη, σπλάγχνον γυναικήϊον ἄγχιστα ζωῶδες. κινέεται γὰρ ἐξ [p. 45] ἑωυτέης ἔνθα καὶ ἔνθα ἐπὶ τὰς λαγόνας : ἀτὰρ καὶ ἐς τὰ ἄνω, κατ᾽ ἴξιν μὲν ὑπὸ τὸν χόνδρον τοῦ θώρηκος, ἐς τὰ πλάγια δὲ ἐπὶ δεξιὰ, ἐς ἀριστερ , ἐς ἧπαρ, σπλῆνα,1 γίγνεται δὲ καὶ προπετεστέρη ἐς τὰ κάτω, καὶ ξυλλήβδην εἴπωμεν, πάντη ἐστὶ πλανώδης : καὶ εὐώδεσι ὀσμήσεσι τέρπεται, καὶ ἐπ᾽ αὐτὰ ἵεται: ἄχθεται δὲ τοῖσι κακόδμοισι , καὶ αὐτὰ φεύγει: καὶ τὸ ξύμπαν ἐν τῇ ἀνθρώπῳ ἐστὶ ὑστέρη, ὁκοῖόντι ζῷον ἐν ζῴῳ.

ἥδε οὖν ἢν ἐξαπίνης ἀνώϊστος γένηται, καὶ ἐπιπολὺ ἄνω μείνῃ, καὶ ἐκβιάσηται τὰ σπλάγχνα, ἀπεπνίχθη κοτὲ ἄνθρωπος, τρόπον τὸν ἐπιληπτικὸν, ἄνευθεν σπασμῶν: ἐπιέζετο γὰρ ὠκέως στενοχωρίῃ ἧπαρ, διάφραγμα, πνεύμων , καρδίη. τοὔνεκεν ἀπνοίη ξυνεῖναι δοκέει καὶ ἀφωνίη. ἀτὰρ καὶ αἱ καρωτίδες ξυμπαθίῃ τῆς καρδίης πιέζονται. διὰ τόδε καρηβαρίαιτε, καὶ ἀναισθησία ξύνεστι καὶ κάρος.

γίγνεται δὲ καὶ ἄλλο πάθος αὐτέῃσι ἴκελον τῇδε ξυμμορφῇ, ξὺν πνιγὶ καὶ ἀφωνίῃ, ἀλλ᾽ οὐκ ἀπὸ ὑστέρης. καὶ γὰρ τόδε καὶ ἀνδράσι γίγνεται κατοχώδεα τρόπον. ἀλλὰ τῇσι μὲν ἀπὸ ὑστέρης κακώδεες ἐπαρήγουσι ὀδμαὶ, καὶ εὐωδέων πρὸς τὰ γυναικήϊα ὑποθέσιες: τῇσι δὲ ἑτέρῃσι τάδε οὐδὲν ἐπαρήγει : καὶ τὰ μέλεα κινέονται ἀπὸ ὑστέρης, ἀπὸ δὲ τοῦ ἑτέρου πάθεος ἥκιστα. ἔτι δὲ τρόμοι αὐτόματοι καὶ οὐκ αὐτόματοι,.. ... 2 ἀλλ᾽ ἐξ ὑποθέσιος ἀμβλωθριδίου. ψύξιες καρτεραὶ τῆς ὑστέρης, αἱμορραγίης ἀθρόης ἐπίσχεσις καὶ ὁκόσα τοιάδε.

ἢν οὖν ἄρξηται πάσχειν κινευμέ νης ἄνω τῆς ὑστέρης, ὄκνος ἔργων πρήξιος, ἔκλυσις, ἀτονίη, γουνάτων ἀκρασίη,

[p. 46] σκοτόδινος , καὶ τὰ γυῖα λύονται, κεφαλῆς πόνος, καρηβαρίη. τὰς φλέβας τὰς ἑκατέρωθεν τῆς Ρ῾ινὸς ἀλγέει γυνή.

ἢν δὲ καταπέσωσι, καρδιώσσουσι, ... ἐν τοῖσι ὑποχονδρίοισι, λαγόνες κεναὶ, ἔνθα ἕδρη τῆς ὑστέρης, σφυγμοὶ διαλείποντες, ἄτακτοι, ἐκλείποντες, πνὶξ καρτερὴ, ἀφωνίη, ἀναισθησίη , ἀναπνοὴ ἄσημος, ἀσαφὴς, ὤκιστος καὶ ἄπιστος θάνατος. οὐδὲν γὰρ ἴσχουσι νεκρῶδες: ἐς χροιὴν ζωώδεες. ἐρυθρότεραι μᾶλλον μέχρι πολλοῦ τοῦ θανάτου : ὀφθαλμοὶ μικρόντι ἐξίσχοντες, λαμπροὶ , οὐ κάρτα μὲν ἀτενέες, ἀτὰρ οὐδὲ κάρτα κεκαμμένοι.

ἢν δὲ μετακινέηταί κοτε ἐς ἕδρην ὑστέρη, πρὶν ἐς τέλος ἰέναι τὸ πάθος, διαδιδράσκουσι τὴν πνίγα: εὖτε κοιλίη ὑποβορβορύζει, ὑγρότης τῶν γυναικηΐων τόπων, ἀναπνοὴ δασυτέρη καὶ σαφεστέρη: ὠκίστη ἐκ τοῦ πάθεος ἔγερσις, ὅκως καὶ θάνατος ὤκιστος. καὶ γὰρ Ρ῾ηϊδίως τοῖσι ἄνω προσχωρέει : ἀτὰρ ἠδὲ Ρ῾ηϊδίως ἀφίσταται: ἀκρόπλοός τε γὰρ ὑστέρη: ὑγροὶ δὲ καὶ οἱ ὑμένες οἱ ὀχῆες αὐτῆς: ὑγρὸν δὲ καὶ τὸ χωρίον, ἔνθα κέεται ὑστέρη: πρὸς δὲ φυγῇ τε καὶ ὁρμῇ χρέεται ἡδέων τε καὶ ἀηδέων. Ρ῾ηϊδίως οὖν νεύει ὅκως πρέμνον ἔνθα καὶ ἔνθα, ἄνω τε καὶ κάτω πλώει. διὰ τόδε νεήνισι τὸ πάθος γίγνεται, γεραιτέρῃσι δὲ ἥκιστα. ᾗσι γὰρ ἡλικίητε καὶ βιοτὴ καὶ γνώμη πλανωδεστέρη, τῇσι καὶ ὑστέρη ἐστὶ Ρ῾εμβώδης: ἀπηλικεστέρῃσι 3 δὲ εὐσταθέα καὶ ἡλικίη καὶ βίος, καὶ γνώμη, καὶ ὑστέρη. ἥδε μὲν οὖν ἀπὸ ὑστέρης πνὶξ μούνῃσι γυναιξὶ παρομαρτέει.

γίγνεται δὲ καὶ ξυνὰ πρὸς ἄνδρας πάθεα τῇ ὑστέρῃ, φλεγμονὴ, αἱμορραγίη : ξυνὰ δὲ καὶ τὰ παρεόντα σημεῖα, πυρετοὶ, ἀσφυξίη, ψύξις, ἀφωνίη : ἐπὶ δὲ τῇ αἱμορραγίῃ καὶ ὀξύτεροι οἱ θάνατοι, ὁκοῖόν τι ἐν ζῴῳ σφαγή.

[p. 47]

1 Ermerins judiciously adopts the suggestion of Wigan, and substistutes σπλῆνα for σπλάγχνα, the common reading.

2 As suggested by Wigan and Ermerins, there appears evidently to be a lacuna in the text here. None, however, occurs in any of our British mss.

3 This is, undoubtedly, the true reading, and not πηλικωτέρησι, which has no suitable meaning. See Wigan and Ermerins.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: