previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΙΣ ΤΟ ΚΕΝΤΑΥΡΟΥ ΑΓΑΛΜΑ.

ιβ. εῖς ἱερὸν εἰσιὼν σεμνόν τι καὶ μέγα, τὴν καλλίστην εἰκασίαν εἰς ἑαυτὸ μεθίστη, ἐν τοῖς προπυλαίοις τοῦ νεὼ ἱδρυμένον θεῶμαι κένταυρον οὐκ ἀνδρὶ κατὰ τὴν Ὁμήρειον εἰκόνα, ἀλλὰ ῥίῳ παραπλήσιον ὑλήεντι. ἄνθρωπος ἦν ἄχρι λαγόνος κατιὼν κένταυρος ἐς ἵππου βάσιν τετρασκελῆ λήγων, τὸν γὰρ ἵππον καὶ τὸν ἄνθρωπον φύσις ἐξ ἡμισείας τεμοῦσα εἰς ἓν σῶμα συνήρμοσε τὰ μὲν ἀποκρίνασα τῶν μελῶν, τὰ δὲ ἀλλήλοις τεχνησαμένη [p. 436] σύμφωνα: τῆς μὲν γὰρ ἀνθρωπίνης ὅσον ἀπ᾽ ἰξύος εἰς ἄκραν ὑποφέρεται τὴν βάσιν, ἀφεῖλε, τοῦ δὲ ἱππείου σώματος, ὅσον εἰς ὀμφαλὸν καταβαίνει, τεμοῦσα τῷ ἀνθρωπείῳ συνῆγε τύπῳ, ὡς τὸν μὲν ἵππον τὴν κεφαλὴν ποθεῖν καὶ τοὺς αὐχενίους τένοντας, καὶ ὅσον εἰς τὸ νῶτον καταβαῖνον εὐρύνεται, τὸν δὲ ἄνθρωπον τὸν ἀπὸ ὀμφαλοῦ μέχρι τῆς βάσεως στηριγμὸν ζητεῖν. τοιούτου δὲ ὄντος τοῦ σώματος εἶδες ἂν καὶ θυμὸν ἐπιπολεύοντα τῷ τεχνήματι καὶ ἠγριωμένον τὸ σῶμα καὶ τῷ προσώπῳ τὸ θηριῶδες ἐπανθοῦν καὶ τὸ τῆς τριχὸς κάλλιστα ὑποκρινομένην τὴν πέτραν καὶ πάντα πρὸς τὸν ἀληθῆ τύπον σπεύδοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: