Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐπειδὴ δ᾽ οὔπω περιτετυχήκαμεν ἀλλήλοις, περὶ μὲν τῶν ἄλλων, ἤν ποτ᾽ εἰς ταὐτὸν ἔλθωμεν, τόθ᾽ ἡμῖν ἐξέσται διὰ πλειόνων ποιήσασθαι τὴν συνουσίαν, ἃ δ᾽ ἐν τῷ παρόντι δυναίμην ἂν εὐεργετῆσαί σε, ταῦτα δ᾽1 ᾠήθην χρῆναι σοὶ μὲν ἐπιστεῖλαι, πρὸς δὲ τοὺς ἄλλους ὡς οἷόν τε μάλιστ᾽ ἀποκρύψασθαι.