previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[143α]

Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλά, φησί, καὶ εὐχομένοις
καὶ ἀνεύκτοις
ἄμμι δίδου, τὰ δὲ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν

Anth. Pal. 10.108
κελεύει. ἐμοὶ μὲν οὖν καλῶς δοκεῖ καὶ ἀσφαλῶς λέγειν ποιητής: σὺ δ᾽ εἴ τι ἐν νῷ ἔχεις πρὸς ταῦτα, μὴ σιώπα.

Ἀλκιβιάδης
χαλεπόν, Σώκρατες, ἐστὶν ἀντιλέγειν πρὸς τὰ καλῶς εἰρημένα: ἐκεῖνο δ᾽ οὖν ἐννοῶ, ὅσων κακῶν αἰτία ἄγνοια τοῖς ἀνθρώποις, ὁπότε, ὡς ἔοικε, λελήθαμεν ἡμᾶς [143β] αὐτοὺς διὰ ταύτην καὶ πράττοντες καὶ τό γε ἔσχατον εὐχόμενοι ἡμῖν αὐτοῖς τὰ κάκιστα. ὅπερ οὖν οὐδεὶς ἂν οἰηθείη, ἀλλὰ τοῦτό γε πᾶς ἂν οἴοιτο ἱκανὸς εἶναι, αὐτὸς αὑτῷ τὰ βέλτιστα εὔξασθαι, ἀλλ᾽ οὐ τὰ κάκιστα. τοῦτο μὲν γὰρ ὡς ἀληθῶς κατάρᾳ τινὶ ἀλλ᾽ οὐκ εὐχῇ ὅμοιον ἂν εἴη.

Σωκράτης
ἀλλ᾽ ἴσως, βέλτιστε, φαίη ἄν τις ἀνήρ, ὃς ἐμοῦ τε καὶ σοῦ σοφώτερος ὢν τυγχάνοι, οὐκ ὀρθῶς ἡμᾶς [143ξ] λέγειν, οὕτως εἰκῇ ψέγοντας ἄγνοιαν, εἴ γε μὴ προσθείημεν τὴν ἔστιν ὧν τε ἄγνοιαν καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ὥσπερ ἐκείνοις κακόν.

Ἀλκιβιάδης
πῶς λέγεις; ἔστι γὰρ ὁτιοῦν πρᾶγμα ὅτῳ δὴ ὁπωσοῦν ἔχοντι ἄμεινον ἀγνοεῖν γιγνώσκειν;

Σωκράτης
ἔμοιγε δοκεῖ: σοὶ δ᾽ οὔ;

Ἀλκιβιάδης
οὐ μέντοι μὰ Δία.

Σωκράτης
ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό σου καταγνώσομαι, ἐθέλειν ἄν σε πρὸς τὴν ἑαυτοῦ μητέρα διαπεπρᾶχθαι ἅπερ Ὀρέστην φασὶ καὶ τὸν Ἀλκμέωνα καὶ εἰ δή τινες ἄλλοι ἐκείνοις [143δ] τυγχάνουσι ταὐτὰ διαπεπραγμένοι.

Ἀλκιβιάδης
εὐφήμει πρὸς Διός, Σώκρατες.

Σωκράτης
οὔτοι τὸν λέγοντα, Ἀλκιβιάδη, ὡς οὐκ ἂν ἐθέλοις σοι ταῦτα πεπρᾶχθαι, εὐφημεῖν δεῖ σε κελεύειν, ἀλλὰ μᾶλλον πολύ, εἴ τις τὰ ἐναντία λέγοι, ἐπειδὴ οὕτω σοι δοκεῖ σφόδρα δεινὸν εἶναι τὸ πρᾶγμα, ὥστ᾽ οὐδὲ ῥητέον εἶναι οὕτως εἰκῇ. δοκεῖς δ᾽ ἂν τὸν Ὀρέστην, εἰ ἐτύγχανε φρόνιμος ὢν καὶ εἰδὼς ὅτι βέλτιστον ἦν αὐτῷ πράττειν, τολμῆσαι ἄν τι τούτων διαπράξασθαι;

Ἀλκιβιάδης
οὐ δῆτα. [143ε]

Σωκράτης
οὐδέ γε ἄλλον οἶμαι οὐδένα.

Ἀλκιβιάδης
οὐ μέντοι.

Σωκράτης
κακὸν ἄρα, ὡς ἔοικεν, ἐστὶν τοῦ βελτίστου ἄγνοια καὶ τὸ ἀγνοεῖν τὸ βέλτιστον.

Ἀλκιβιάδης
ἔμοιγε δοκεῖ.

Σωκράτης
οὐκοῦν καὶ ἐκείνῳ καὶ τοῖς ἄλλοις ἅπασιν;

Ἀλκιβιάδης
φημί.

Σωκράτης
ἔτι τοίνυν καὶ τόδε ἐπισκεψώμεθα: εἴ σοι αὐτίκα μάλα παρεσταίη, οἰηθέντι βέλτιον εἶναι, Περικλέα τὸν σεαυτοῦ ἐπίτροπόν τε καὶ φίλον, ἐγχειρίδιον λαβόντα,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1955)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: