previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

1040μὴ τεῖνε μακράν, ἀλλ᾽ ὅπως κρύψεις τάφῳ
φράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα.
βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ᾽ ἂν κακοῖς
γελῶν δὴ κακοῦργος ἐξίκοιτ᾽ ἀνήρ.

Τεῦκρος

τίς δ᾽ ἐστὶν ὅντιν᾽ ἄνδρα προσλεύσσεις στρατοῦ;

Χορός

1045Μενέλαος, δὴ τόνδε πλοῦν ἐστείλαμεν.

Τεῦκρος

ὁρῶ: μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.

Μενέλαος

οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν
μὴ συγκομίζειν, ἀλλ᾽ ἐᾶν ὅπως ἔχει.

Τεῦκρος

τίνος χάριν τοσόνδ᾽ ἀνήλωσας λόγον;

Μενέλαος

1050δοκοῦντ᾽ ἐμοί, δοκοῦντα δ᾽ ὃς κραίνει στρατοῦ.

Τεῦκρος

οὔκουν ἂν εἴποις ἥντιν᾽ αἰτίαν προθείς;

Μενέλαος

ὁθούνεκ᾽ αὐτὸν ἐλπίσαντες οἴκοθεν
ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν:
1055ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον
νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει:
κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
ἡμεῖς μὲν ἂν τήνδ᾽ ἣν ὅδ᾽ εἴληχεν τύχην
θανόντες ἂν προυκείμεθ᾽ αἰσχίστῳ μόρῳ,
1060οὗτος δ᾽ ἂν ἔζη. νῦν δ᾽ ἐνήλλαξεν θεὸς
τὴν τοῦδ᾽ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
ὧν εἵνεκ᾽ αὐτὸν οὔτις ἔστ᾽ ἀνὴρ σθένων
τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
ἀλλ᾽ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
1065ὄρνισι φορβὴ παραλίοις γενήσεται.
πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
εἰ γὰρ βλέποντος μὴ 'δυνήθημεν κρατεῖν,
πάντως θανόντος γ᾽ ἄρξομεν, κἂν μὴ θέλῃς,
χερσὶν παρευθύνοντες: οὐ γὰρ ἔσθ᾽ ὅπου
1070λόγων γ᾽ ἀκοῦσαι ζῶν ποτ᾽ ἠθέλησ᾽ ἐμῶν.
καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην
μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
οὐ γάρ ποτ᾽ οὔτ᾽ ἂν ἐν πόλει νόμοι καλῶς
φέροιντ᾽ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,
1075οὔτ᾽ ἂν στρατός γε σωφρόνως ἄρχοιτ᾽ ἔτι,
μηδὲν φόβου πρόβλημα μηδ᾽ αἰδοῦς ἔχων.
ἀλλ᾽ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,
δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.
δέος γὰρ πρόσεστιν αἰσχύνη θ᾽ ὁμοῦ,
1080σωτηρίαν ἔχοντα τόνδ᾽ ἐπίστασο:
ὅπου δ᾽ ὑβρίζειν δρᾶν θ᾽ βούλεται παρῇ,
ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.
ἀλλ᾽ ἑστάτω μοι καὶ δέος τι καίριον,
1085καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα
οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα.
ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦν
αἴθων ὑβριστής, νῦν δ᾽ ἐγὼ μέγ᾽ αὖ φρονῶ.
καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
1090μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1907)
hide References (4 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 971
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 383
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 147
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: