previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀγαμέμνων

σὺ ταῦτ᾽, Ὀδυσσεῦ, τοῦδ᾽ ὑπερμαχεῖς ἐμοί;

Ὀδυσσεύς

ἔγωγ᾽: ἐμίσουν δ᾽, ἡνίκ᾽ ἦν μισεῖν καλόν.

Ἀγαμέμνων

οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;

Ὀδυσσεύς

μὴ χαῖρ᾽, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.

Ἀγαμέμνων

1350τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.

Ὀδυσσεύς

ἀλλ᾽ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.

Ἀγαμέμνων

κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.

Ὀδυσσεύς

παῦσαι: κρατεῖς τοι τῶν φίλων νικώμενος.

Ἀγαμέμνων

μέμνησ᾽ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.

Ὀδυσσεύς

1355ὅδ᾽ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ᾽ ἦν.

Ἀγαμέμνων

τί ποτε ποήσεις; ἐχθρὸν ὧδ᾽ αἰδεῖ νέκυν;

Ὀδυσσεύς

νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.

Ἀγαμέμνων

τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.

Ὀδυσσεύς

κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.

Ἀγαμέμνων

1360τοιούσδ᾽ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;

Ὀδυσσεύς

σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.

Ἀγαμέμνων

ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.

Ὀδυσσεύς

ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.

Ἀγαμέμνων

ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;

Ὀδυσσεύς

1365ἔγωγε: καὶ γὰρ αὐτὸς ἐνθάδ᾽ ἵξομαι.

Ἀγαμέμνων

πάνθ᾽ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.

Ὀδυσσεύς

τῷ γάρ με μᾶλλον εἰκὸς 'μαυτῷ πονεῖν;

Ἀγαμέμνων

σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.

Ὀδυσσεύς

ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ᾽ ἔσει.

Ἀγαμέμνων

1370ἀλλ᾽ εὖ γε μέντοι τοῦτ᾽ ἐπίστασ᾽ ὡς ἐγὼ
σοὶ μὲν νέμοιμ᾽ ἂν τῆσδε καὶ μείζω χάριν,
οὗτος δὲ κἀκεῖ κἀνθάδ᾽ ὢν ἔμοιγ᾽ ὁμῶς
ἔχθιστος ἔσται: σοὶ δὲ δρᾶν ἔξεσθ᾽ χρῇς.

Χορός

ὅστις σ᾽, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
1375φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ᾽ ἀνήρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1907)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: