previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀδυσσεύς

καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ᾽ ἀγγέλλομαι,
ὅσον τότ᾽ ἐχθρὸς , τοσόνδ᾽ εἶναι φίλος.
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω
καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων
1380χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.

Τεῦκρος

ἄριστ᾽ Ὀδυσσεῦ, πάντ᾽ ἔχω σ᾽ ἐπαινέσαι
λόγοισι, καί μ᾽ ἔψευσας ἐλπίδος πολύ.
τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ
μόνος παρέστης χερσίν, οὐδ᾽ ἔτλης παρὼν
1385θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
ὡς στρατηγὸς οὑπιβρόντητος μολὼν
αὐτός τε χὠ ξύναιμος ἠθελησάτην
λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
1390τοιγάρ σφ᾽ Ὀλύμπου τοῦδ᾽ πρεσβεύων πατὴρ
μνήμων τ᾽ Ἐρινὺς καὶ τελεσφόρος Δίκη
κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
σὲ δ᾽, γεραιοῦ σπέρμα Λαέρτου πατρός,
1395τάφου μὲν ὀκνῶ τοῦδ᾽ ἐπιψαύειν ἐᾶν,
μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ:
τὰ δ᾽ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ: σὺ δὲ
ἀνὴρ καθ᾽ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.

Ὀδυσσεύς

1400ἀλλ᾽ ἤθελον μέν: εἰ δὲ μή 'στί σοι φίλον
πράσσειν τάδ᾽ ἡμᾶς, εἶμ᾽ ἐπαινέσας τὸ σόν.


Τεῦκρος

ἅλις: ἤδη γὰρ πολὺς ἐκτέταται
χρόνος. ἀλλ᾽ οἱ μὲν κοίλην κάπετον
χερσὶ ταχύνατε, τοὶ δ᾽ ὑψίβατον
1405τρίποδ᾽ ἀμφίπυρον λουτρῶν ὁσίων
θέσθ᾽ ἐπίκαιρον:
μία δ᾽ ἐκ κλισίας ἀνδρῶν ἴλη
τὸν ὑπασπίδιον κόσμον φερέτω.
1410παῖ, σὺ δὲ πατρός γ᾽, ὅσον ἰσχύεις,
φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
τάσδ᾽ ἐπικούφιζ᾽: ἔτι γὰρ θερμαὶ
σύριγγες ἄνω φυσῶσι μέλαν
μένος. ἀλλ᾽ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ
1415φησὶ παρεῖναι, σούσθω, βάτω,
τῷδ᾽ ἀνδρὶ πονῶν τῷ πάντ᾽ ἀγαθῷ
κοὐδενί πω λῴονι θνητῶν
Αἴαντος, ὅτ᾽ ἦν, τότε φωνῶ.

Χορός

πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
1420γνῶναι: πρὶν ἰδεῖν δ᾽ οὐδεὶς μάντις
τῶν μελλόντων, τι πράξει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1602
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 441
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), TRIPOS
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: