a. meeting place, gathering “ναυσὶ δ᾽ οὔτε πεζὸς ἰών κεν εὕροις ἐς Ὑπερβορέων ἀγῶνα θαυμαστὰν ὁδόν” (“τὸ ἀθρόισμα. Σ.”) P. 10.30 “ἀγῶνα” “Λοξίᾳ καταβάντ̓εὐρὺν ἐν θεῶν ξενίᾳ ” Pae. 6.60
b. athletic contest, games “μηδ᾽ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν” O. 1.7 “τοῖς γὰρ ἐπέτραπεν Οὔλυμπόνδ᾽ ἰὼν θαητὸν ἀγῶνα νέμειν” O. 3.36 “Ἑρμᾶν — ὃς ἀγῶνας ἔχει μοῖράν τ᾽ ἀέθλων” O. 6.79 “ἀγῶνές τ᾽ ἔννομοι Βοιωτίων” O. 7.84 “φυλλοφόρων ἀπ᾽ ἀγώνων” O. 8.76 “οἶον δ᾽ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ̓ ἀργυρίδεσσιν” contest against his elders. O. 9.90 “ἀγῶνα δ᾽ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός” the Olympiad. O. 10.24 “Ἥρας τ᾽ ἀγῶν̓ ἐπιχώριον νίκαις τρισσαῖς, ὦ Ἀριστόμενες, δάμασσας ἔργῳ” (“ὡς καὶ ἐν Αἰγίνᾳ Ἡραιῶν ἀγομένων κατὰ μίμησιν τοῦ ἐν Ἄργει ἀγῶνος. ἄποικοι γὰρ Ἀργείων. Δίδυμος δὲ φησὶ τὰ Ἑκατόμβαια αὐτὸν νῦν λέγειν ἐπιχώριον ἀγῶνα Αἰγινητῶν διὰ τὴν συγγένειαν. Σ.”) P. 8.79 “ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας πετρᾶν ἀγὼν κρατησίποδα Φρικίαν” (coni. Hartung: “βαθυλείμωνα ἀγὼν ὑπὸ Κίρρας πέτραν” codd.) P. 10.16 “ἑπταπύλοισι Θήβαις χάριν ἀγῶνί τε Κίρρας” P. 11.12 “Ὀλυμπίᾳ τ᾽ ἀγώνων πολυφάτων ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις” P. 11.47 “ὠνύμασεν κεφαλᾶν πολλᾶν νόμον, εὐκλεᾶ λαοσόων μνστῆρ᾽ ἀγώνων” P. 12.24 “ὅδ᾽ ἀνὴρ καταβολὰν ἱερῶν ἀγώνων νικαφορίαις δέδεκται πρῶτον” N. 2.4 “ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη, ἑπτὰ δ᾽ ἐν Νεμέᾳ, τὰ δ̓ οἴκοι μάσσον̓ ἀριθμοῦ, Διὸς ἀγῶνι” (i. e. in the Nemean festival. “ἀγῶνι” with “τὰ οἴκοι. Σ.”) N. 2.24 “Ζεῦ, τεὸν γὰρ αἶμα, σέο δ᾽ ἀγών” (“τοῦ Νεμεαίου ἀγῶνος ἔφορος ὁ Ζεύς. Σ.”) N. 3.65 “Κλεωναίου τ᾽ ἀπ̓ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα” (“λέγει δὲ τοῦ Νεμεακοῦ, Κλεωναῖοι γὰρ αὐτὸν διέθηκαν. Σ.”) N. 4.17 “Ὀρσοτριαίνα — ἐν ἀγῶνι βαρυκτύπου” i. e. at Isthmian games. N. 4.87 “πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς” N. 6.59 “ἀγών τοι χάλκεος δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν” i. e. the Hekatombaia at Argos in honour of Hera, where the prize was a bronze shield. N. 10.22 “ἀγώνων μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν” (sc. “Διόσκουροι”.) N. 10.52 “ἔν τ᾽ ἀέθλοισι θίγον πλείστων ἀγώνων” (i. e. individual contests.) I. 1.18 “ἐπεί νιν Ἀλκαθόου τ᾽ ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν” the Alkathoia at Megara I. 8.67 “τιθεμένων ἀγώνων πρόφασις — ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον” fr. 228. “οὐκ ἄναλκις ὡς τόσον ἀγῶνα δῦναι” (“potius ad O. 1.81 referendum”, Snell) ?fr. 342.