Ἡροδότου εἴθε μὲν καὶ τὰ ἄλλα μιμήσασθαι δυνατὸν
ἦν: οὐ πάντα φημὶ ὅσα προσῆν αὐτῷ, — μεῖζον
γὰρ εὐχῆς τοῦτό γε — ἀλλὰ κἂν ἓν ἐκ τῶν ἁπάντων, οἷον
ἢ κάλλος τῶν λόγων ἢ ἁρμονίαν αὐτῶν ἢ τὸ οἰκεῖον τῇ
Ἰωνίᾳ καὶ προσφυὲς ἢ τῆς γνώμης τὸ περιττὸν ἢ ὅσα
μυρία καλὰ ἐκεῖνος ἅμα πάντα συλλαβὼν ἔχει πέρα τῆς
εἰς μίμησιν ἐλπίδος: ἃ δὲ ἐποίησεν ἐπὶ τοῖς συγγράμμασι
καὶ ὡς πολλοῦ ἄξιος τοῖς Ἕλλησιν ἅπασιν ἐν βραχεῖ κατέστη,
καὶ ἐγὼ καὶ σὺ καὶ ἄλλος ἂν μιμησαίμεθα. πλεύσας
γὰρ οἴκοθεν ἐκ τῆς Καρίας εὐθὺ τῆς Ἑλλάδος ἐσκοπεῖτο
πρὸς ἑαυτὸν ὅπως ἂν τάχιστα καὶ ἀπραγμονέστατα
ἐπίσημος καὶ περιβόητος γένοιτο καὶ αὐτὸς καὶ τὰ συγγραμμάτια.
τὸ μὲν οὖν περινοστοῦντα νῦν μὲν Ἀθηναίοις,
νῦν δὲ Κορινθίοις ἀναγινώσκειν ἢ Ἀργείοις ἢ
Λακεδαιμονίοις ἐν τῷ μέρει, ἐργῶδες καὶ μακρὸν ἡγεῖτο
εἶναι καὶ τριβὴν οὐ μικρὰν ἐν τῷ τοιούτῳ ἔσεσθαι: οὔκουν
ἠξίου διασπᾶν τὸ πρᾶγμα οὐδὲ κατὰ διαίρεσιν οὕτω
κατ᾽ ὀλίγον ἀγείρειν καὶ συλλέγειν τὴν γνῶσιν, ἐπεβούλευε
δέ, εἰ δυνατὸν εἴη, ἀθρόους που λαβεῖν τοὺς Ἕλληνας
ἅπαντας. ἐνίστανται οὖν Ὀλύμπια τὰ μεγάλα, καὶ ὁ
Ἡρόδοτος τοῦτ᾽ ἐκεῖνο ἥκειν οἱ νομίσας τὸν καιρόν, οὗ
μάλιστα ἐγλίχετο, πλήθουσαν τηρήσας τὴν πανήγυριν,
ἁπανταχόθεν ἤδη τῶν ἀρίστων συνειλεγμένων, παρελθὼν
ἐς τὸν ὀπισθόδομον οὐ θεατήν, ἀλλ᾽ ἀγωνιστὴν
παρεῖχεν ἑαυτὸν Ὀλυμπίων ᾄδων τὰς ἱστορίας καὶ κηλῶν
τοὺς παρόντας, ἄχρι τοῦ καὶ Μούσας κληθῆναι τὰς βίβλους
αὐτοῦ, ἐννέα καὶ αὐτὰς οὔσας.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.