next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λυκῖνος

Ἆρά γε γνῶναι τὸν σολοικίζοντα
δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;

σολοικιστής

Ἐμοὶ μὲν δοκεῖ. [p. 553]

Λυκῖνος

δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα;

σολοικιστής

Ἀληθῆ λὲγεις.

Λυκῖνος

Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, πῶς λέγωμεν περὶ σοῦ;

σολοικιστής

Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν.

Λυκῖνος

Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο
δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;

σολοικιστής

Παντάπασί γε. [p. 403]

Λυκῖνος

Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ.

σολοικιστής

Οὐκοῦν εἰπέ.

Λυκῖνος

Ἀλλ̓ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ
οὐκ ἐπέγνως.

σολοικιστής

Παίζεις ἔχων;

Λυκῖνος

Μὰ τοὺς θεούς: ἐπεὶ σολοικίσας ἔλαθόν σε
ὡς οὐκ ἐπιστάμενού. αὖθις δὲ σκόπει: οὐ γάρ σέ φημι [p. 554]
δύνασθαι κατανοῆσαι, ἐπεὶ μέν οἶσθ̓, δ̓ οὐκ οἶσθα.

σολοικιστής

Εἰπὲ μόνον.

Λυκῖνος

Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ̓ οὐκ ἔγνως.

σολοικιστής

Πῶς γάρ, σοῦ μηδὲν λέγοντος;

Λυκῖνος

Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ̓ οὐχ ἕπῃ
τοῦτο δρῶντι: ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.

σολοικιστής

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: