previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



σίγησε δ᾽ αἰθήρ, σῖγα δ᾽ ὕλιμος νάπη
1085φύλλ᾽ εἶχε, θηρῶν δ᾽ οὐκ ἂν ἤκουσας βοήν.
αἳ δ᾽ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
δ᾽ αὖθις ἐπεκέλευσεν: ὡς δ᾽ ἐγνώρισαν
σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
1090ᾖξαν πελείας ὠκύτητ᾽ οὐχ ἥσσονες
ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,
μήτηρ Ἀγαύη σύγγονοί θ᾽ ὁμόσποροι
πᾶσαί τε βάκχαι: διὰ δὲ χειμάρρου νάπης
ἀγμῶν τ᾽ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
1095ὡς δ᾽ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,
πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
ὄζοισί τ᾽ ἐλατίνοισιν ἠκοντίζετο.
ἄλλαι δὲ θύρσους ἵεσαν δι᾽ αἰθέρος
1100Πενθέως, στόχον δύστηνον: ἀλλ᾽ οὐκ ἤνυτον.
κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
καθῆσθ᾽ τλήμων, ἀπορίᾳ λελημμένος.
τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
1105ἐπεὶ δὲ μόχθων τέρματ᾽ οὐκ ἐξήνυτον,
ἔλεξ᾽ Ἀγαύη: Φέρε, περιστᾶσαι κύκλῳ
πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
θῆρ᾽ ὡς ἕλωμεν, μηδ᾽ ἀπαγγείλῃ θεοῦ
χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
1110προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός:
ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
Πενθεύς: κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: